συνθέσεις, δίαιταν ἠκριβωμένην, τἆλλα πάνθ’ ὅσα παρὰ τῷ θνητῷ γένει βοηθήματα· κἂν ἄρα εἴπῃ τις „καταφεύγετε, ὦ μάταιοι, ἐπὶ τὸν μόνον ἰατρὸν ψυχῆς ἀρρωστημάτων μεθέμενοι τὴν ἀπὸ γενέσεως τῆς παθητῆς ψευδώνυμον ὠφέλειαν“, γελῶσι καὶ χλευάζουσιν ἐπιφωνοῦντες „ταῦτα εἰς αὔριον“, ὡς οὐδ’ ἂν εἴ τι γένοιτο περὶ τῆς τῶν παρόντων κακῶν
ἀποτροπῆς ἱκετεύσοντες τὸ θεῖον·
De Sacrificiis Abelis Et Caini. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.