ἐκχεόμενα ἀέναα ῥεῖθρα ἄληκτον ἔχει τὴν φοράν, ἐπικαταλαμβάνοντος ἀεὶ τὴν λῆξιν τοῦ ἐπιόντος ῥεύματος, οὕτως ἡ τοῦ λόγου πλήμμυρα, ὅταν ἄρξηται φέρεσθαι, τῶν ἐν ἡμῖν τῷ ὀξυκινητοτάτῳ διανοίᾳ, ὃ καὶ τὰς πτηνὰς παραμείβεται φύσεις, συντρέχει. καθάπερ οὖν ὁ ἀγένητος φθάνει πᾶσαν γένεσιν, οὕτως καὶ ὁ τοῦ ἀγενήτου λόγος παραθεῖ τὸν
γενέσεως, κἂν ὀξύτατα ἐπὶ νεφῶν καταφέρηται· διὸ καὶ παρρησιάζεται φάσκων· „ἤδη ὄψει, εἰ ἐπικαταλήψεταί σε ὁ λόγος μου ἢ οὔ“ (Num. 11, 23), ὡς πάντα ἐφθακότος καὶ κατειληφότος τοῦ θείου λόγου.
De Sacrificiis Abelis Et Caini. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.