ἀζύμους“ (Exod. 12, 39), τουτέστι τὸ ἀτίθασον καὶ ὠμὸν πάθος κατειργάσαντο ὥσπερ τροφὴν λόγῳ πεπαίνοντι, καὶ τὸν τρόπον τῆς πεπάνσεως καὶ βελτιώσεως ἔκ τινος θείας κατοκωχῆς γεγενημένον οὐκ ἐξελάλησαν, ἀλλὰ ἐν ἀποκρύφοις αὐτὸν ἐθησαυρίσαντο, οὐκ ἐπαρθέντες τῇ τελετῇ, ὑπενδόντες δὲ καὶ ταπεινωθέντες τὸ αὔχημα.
De Sacrificiis Abelis Et Caini. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.