ἡδονῶν καὶ παθῶν τῶν ἄλλων καὶ γλώττης καὶ συνόλως ἅπαντος τοῦ 1 2 συγκρίματος εὐτόνως καὶ σφόδρα ἐρρωμένως καὶ πάλιν ἐπιεικῶς ἀφηγήσασθαι· πῇ μὲν γὰρ ἐπανιέναι δεῖ καθάπερ ἡνίοχον τοῖς ὑπεζευγμένοις τὰς ἡνίας, πῇ δὲ ἀντισπᾶν καὶ ἀναχαιτίζειν, ὁπότε πλείων ἡ πρὸς τὰ ἐκτὸς ῥύμη καὶ φορὰ σὺν ἀφηνιασμῷ γίνοιτο.
De Sacrificiis Abelis Et Caini. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.