ἱεροπρεπέστατον αὐτῆς κατανοήσας. τότε καὶ γίνεται ποιμὴν προβάτων, τῶν κατὰ ψυχὴν ἀλόγων δυνάμεων ἡνίοχός τε καὶ κυβερνήτης, οὐκ ἐῶν αὐτὰς ἀτάκτως φέρεσθαι καὶ πλημμελῶς δίχα ἐπιστάτου καὶ ἡγεμόνος, ἵνα μὴ καθάπερ τινὰ ἀπροστασίαστον καὶ ἀνεπιτρόπευτον ὀρφανίαν ὑποστάντες ἐρημίᾳ συμμάχων οἱ ἀφηνιασταὶ τρόποι παραπόλωνται.
De Sacrificiis Abelis Et Caini. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.