ἀλαζὼν δοκησίσοφος αὐθάδης βάναυσος βάσκανος φιλεγκλήμων δύσερις διάβολος χαῦνος ἀπατεὼν ἀγύρτης εἰκαῖος ἀμαθὴς ἀναίσθητος ἀσύμφωνος [ἄπιστος] ἀπειθὴς ἀφηνιαστὴς γόης εἴρων κέρκωψ δυσυπονόητος δυσώνυμος δυσεύρετος δυσέφικτος ἐξώλης κακόνους ἀσύμμετρος ἀκαιρολόγος μακρήγορος ἀδολέσχης ἀερόμυθος κόλαξ νωθὴς ἀπερίσκεπτος ἀπροόρατος ἀπρονόητος ὀλίγωρος ἀπαράσκευος ἀπειρόκαλος ΙΙ p.269 M. πλημμελὴς
σφαλλόμενος διαπίπτων ἀδιοίκητος ἀπροστασίαστος λίχνος ἀγόμενος διαρρέων εὐένδοτος δολιώτατος διχόνους δίγλωσσος ἐπίβουλος ἐνεδρευτικὸς ῥᾳδιουργὸς ἀδιόρθωτος ἐνδεὴς ἀεὶ ἀβέβαιος ἀλήτης ἐπτοημένος φορᾷ χρώμενος εὐεπιχείρητος ἐπιμανὴς ἁψίκορος φιλόζωος δοξοκόπος βαρύμηνις
βαρύσπλαγχνος βαρύθυμος βαρυπενθὴς δυσόργητος ψοφοδεὴς ὑπερθετικὸς μελλητὴς ὕποπτος ἄπιστος δύσλυτος καχυπόνους δύσελπις ἀρίδακρυς ἐπιχαιρέκακος λελυττηκὼς παρακεκομμένος ἀδιατύπωτος κακομήχανος αἰσχροκερδὴς φίλαυτος ἐθελόδουλος ἐθέλεχθρος δημοκόπος κακοικονόμος σκληραύχην θηλυδρίας ἐξίτηλος ἐκκεχυμένος σκωπτικὸς
τρώκτης ἠλίθιος βαρυδαιμονίας ἐμπεφορημένος ἀκράτου.
De Sacrificiis Abelis Et Caini. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.