ἐπαλλήλους, ὡς τὴν τῶν ὡραίων καὶ νέων ἀκμὴν ἐπιτρέχειν καὶ καταλαμβάνειν τοὺς ἤδη πεπανθέντας· πόλεμος οὐδὲ εἷς ἐμφύλιος ἢ ξενικὸς τὰ φυτὰ ταῦτα πώποτε ἔτεμεν, ἀλλ’ ἀφ’ οὗ τὸ πρῶτον αὐτὰ γῆ παρέλαβεν, ὥσπερ ἀγαθὴ τροφὸς τιθηνεῖται, ῥίζας μὲν οἱονεὶ θεμελίους εἰς τὸ κάτω βαλλομένη κραταιοτάτας, τὸ δὲ ὑπὲρ γῆς ἔρνος οὐρανόμηκες 1 2 ἀνατείνασα, κλάδους δὲ ἐκφύσασα τῶν ἐν ζῴοις χειρῶν καὶ ποδῶν ἀναλογοῦντα μιμήματα, πέταλα δὲ οἷον κόμας σκέπην ἐν ταὐτῷ καὶ κόσμον ἐπανθῆσαι παρασκευάσασα, καρποὺς δὲ ἐπὶ τούτοις, ὧν ἕνεκα κἀκεῖνα“.
De Sacrificiis Abelis Et Caini. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.