τὸ ἐφεδρεῦον κακὸν ἐπεισέρχεται· ὅσον οὐδέπω γοῦν ἐξῆλθεν Ἰακώβ (Gen. 27, 30), καὶ πάρεστιν ἐπὶ τὴν πανδεχῆ διάνοιαν Ἠσαῦ ἀντὶ τῶν ἀρετῆς τύπων ἐνσφραγιούμενος κακίας, ἢν δύνηται, χαρακτῆρας· ἀλλ’ οὐκ ἂν ἰσχύσαι τοῦτ’ ἐργάσασθαι, πτερνισθεὶς γὰρ
καὶ κληρονομηθεὶς ὑπὸ τοῦ σοφοῦ λήσεται φθάσαντος πρὶν ἢ παθεῖν ἀμύνασθαι.
De Sacrificiis Abelis Et Caini. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.