ἀδελφούς, τὰ οἰκειότατα καὶ φίλτατα, ἵνα ἀντὶ θνητοῦ τὸν ἀθάνατον κλῆρον εὕρωνται· διαφέρουσι δὲ ὅτι ἐκείνοις μὲν ἀβούλητος ἡ φυγὴ δι’ ἔργον ἀκούσιον, τούτοις δὲ ὁ δρασμὸς ἑκούσιος δι’ ἔρωτα τῶν ἀρίστων, καὶ ὅτι τοῖς μὲν οἱ Λευῖται καταφυγή, τοῖς δὲ Λευίταις ὁ πάντων ἡγεμών ἐστιν, ἵν’ οἱ p. 189 M. μὲν ἀτελεῖς νόμον ἔχωσι τὸν ἱερὸν λόγον, οὗτοι δὲ τὸν ᾧ ἱερῶνται θεόν.
De Sacrificiis Abelis Et Caini. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.