ἀμυθήτῳ πλήθει κακῶν ἀντιρρέψαι δυνηθέντος ἀγαθοῦ· ὡς εἴ γε ὁ πεντηκοστὸς λόγος εὑρέθη, καθ’ ὃν ἄφεσις ψυχῇ δουλείας καὶ παντελὴς ἐλευθερία προκηρύττεται (Lev. 25, 10), ἤ τις τῶν μετ’ αὐτὸν ἀριθμῶν, οὓς ὁ σοφὸς Ἀβραὰμ καταλέγεται μέχρι τῆς κατὰ παιδείαν ὁρίζων δεκάδος τὴν ὕφεσιν, οὐκ ἂν οὕτως ἀκλεῶς ὁ νοῦς ἐφθάρη (Gen. 18,
24 sqq.).
De Sacrificiis Abelis Et Caini. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.