πλείστων οὐσιῶν, ἵνα ἀποτελεσθῶμεν· ψυχρὸν γὰρ θερμῷ καὶ ξηρὸν ὑγρῷ, δυνάμεις ἐναντίας, ἀναμίξας καὶ ἀνακερασάμενος ὁ ζῳοπλάστης ἓν ἐκ πασῶν ἕκαστον ἡμῶν ἀπειργάζετο συμφόρημα, ἀφ’ οὗ καὶ φύραμα εἴρηται. τούτου τοῦ συμφορήματος, ὃ ψυχὴ καὶ σῶμα δύο τὰ ἀνωτάτω τμήματα κεκλήρωται, τὰς ἀπαρχὰς ἀνιερωτέον.
De Sacrificiis Abelis Et Caini. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.