δὲ ἡγεμόνες αἰπόλοι βουκόλοι νομεῖς, τῶν καθ’ ἕκαστον εἶδος ἐπιστάται ζῴων, ταῦτ’ ἐξ ἀνάγκης ἡμεροῦται. πέφυκεν p. 184 M. οὖν καὶ τὸ αἰσθήσεων
γένος τῇ μὲν ἀτίθασον τῇ δ’ εἶναι χειρόηθες· ἀτίθασον μὲν ὅταν ἀφηνιάσαν ὥσπερ βουκόλου τοῦ νοῦ φέρηται πρὸς τὰ ἐκτὸς ἀλόγως αἰσθητά, ἥμερον δὲ ὅταν ὑπεῖξαν πειθηνίως τῷ τοῦ συγκρίματος
ἡγεμόνι λογισμῷ κυβερνᾶταί τε καὶ ἡνιοχῆται πρὸς αὐτοῦ.
De Sacrificiis Abelis Et Caini. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.