θῆλυ μὲν οὖν ἔγγονον ψυχῆς ἐστι κακία καὶ πάθος, οἷς καθ’ ἕκαστον τῶν ἐπιτηδευμάτων ἐκθηλυνόμεθα, ἄρρεν δὲ εὐπάθεια καὶ ἀρετή, ὑφ’ ὧν ἐγειρόμεθα καὶ ῥωννύμεθα. τούτων δὲ τὴν μὲν ἀνδρωνῖτιν ἑστίαν πᾶσαν ἀνιερωτέον θεῷ, τὴν δὲ γυναικωνῖτιν ἀπονεμητέον ἑαυτοῖς· διὸ καὶ προστέτακται· „πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικά, τῷ κυρίῳ.“
De Sacrificiis Abelis Et Caini. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.