οὐδὲ αὐτὴν οἶμαι τὴν τοῦθ’ ὑπομένουσαν εἰδέναι τὴν βελτίωσιν αὑτῆς, ἅτε κατ’ ἐκεῖνον τὸν χρόνον ἐπιθειάζουσαν· τῷ γὰρ εὖ πάσχοντι συμβούλῳ ὁ θεὸς περὶ ὧν μέλλει χαρίζεσθαι οὐ χρῆται, μὴ προλαβόντι δὲ τὰς εὐεργεσίας ἀφθόνους εἴωθεν ὀρέγειν. τοιοῦτόν ἐστι τὸ προσθεῖναι θεὸν γένεσιν ἀγαθοῦ τελείου διανοίᾳ· τὸ δὲ ἀγαθὸν ὁσιότης ἐστίν, ἧς
ὄνομα Ἄβελ.
De Sacrificiis Abelis Et Caini. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.