μὲν σώματα λουτροῖς καὶ καθαρσίοις ἀπορρύπτονται, τὰ δὲ ψυχῆς ἐκνίψασθαι πάθη, οἷς καταρρυπαίνεται ὁ βίος, οὔτε βούλονται οὔτε ἐπιτηδεύουσι· καὶ λευχειμονοῦντες μὲν εἰς τὰ ἱερὰ βαδίζειν σπουδάζουσιν ἀκηλιδώτους ἐσθῆτας ἀμπεχόμενοι, διάνοιαν δὲ κεκηλιδωμένην ἄχρι τῶν ἀδύτων εἰσάγοντες οὐκ αἰδοῦνται.
De Cherubim. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.