πληγῶν ἄξια ἠδικηκότι οἰκέτῃ ἢ ἐλευθέρῳ διὰ ῥᾳδιουργίαν ἐπὶ τροχοῦ κατατεινομένῳ ἤ τινι τῶν ἀψύχων — τύπτονται γὰρ λίθοι καὶ ξύλα καὶ χρυσὸς καὶ ἄργυρος καὶ ὅσαι ἐν χαλκοτυπείῳ ἐλαυνόμεναι ὗλαι ἢ 1 διαιρούμεναι —, τὸ δὲ ὃ συμβέβηκεν ἀθλητῇ πυγμὴν ἢ παγκράτιον περὶ νίκης καὶ στεφάνων ἀγωνιζομένῳ·
De Cherubim. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.