ἀνακῦψαι δυνάμενος, ἀλλὰ πᾶσι τοῖς ἐπιτρέχουσι καὶ τραχηλίζουσι δεινοῖς ὑποβεβλημένος καὶ προστιθεὶς ἑκάστῳ τὸ ὑπεῖκον καὶ εὐένδοτον, ἀγεννοῦς καὶ ἀνάνδρου ψυχῆς πάθη· τλῆναι γὰρ ἔδει καὶ ἀντιτάξασθαι καὶ ἀντερείσασθαι γνώμην ὀχυρωσάμενον καὶ ἀναφραξάμενον τῇ ἑαυτοῦ καρτερίᾳ καὶ ὑπομονῇ, δυνατωτάταις ἀρεταῖς.
De Cherubim. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.