ψυχῆς λογισμοί — φάσκων εἶναι σαυτοῦ σωφρονεῖς ἢ μέμηνας τοιαῦτα δοξάζων; αἱ γὰρ μελαγχολίαι σου καὶ παράνοιαι καὶ φρενῶν ἐκστάσεις καὶ εἰκασίαι ἀβέβαιοι καὶ φαντασίαι πραγμάτων ψευδεῖς καὶ κενοί τινες ἐννοημάτων ὀνείροις ἐοικότες λογισμοὶ ἑλκυσμοὺς καὶ σπασμοὺς ἐνδιδόντες ἐξ ἑαυτῶν καὶ ἡ σύντροφος ψυχῆς νόσος λήθη καὶ ἄλλα τῶν εἰρημένων
πλείω τὸ ἐχυρόν σου τῆς δεσποτείας ἀφαιρεῖται καὶ ἐπιδείκνυται ταῦτα ἑτέρου τινός, οὐχὶ σά, κτήματα.
De Cherubim. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.