γῇ, ὕδατι, ἀέρι, φυτοῖς, ζῴοις, σχέσεσιν αὐτῶν, ποιότησι, δυνάμεσιν, ἕξεσι, διαθέσεσι, κινήσεσιν, ἐνεργείαις, πράξεσι, μεταβολαῖς, φθοραῖς, καὶ τὰ μὲν ἑώρα, τῶν δὲ ἤκουε, τῶν δὲ ἐγεύετο, τῶν δὲ ὠσφραίνετο, τῶν δὲ ἥπτετο· καὶ πρὸς ἃ μὲν ἐπικλινῶς εἶχεν, ἡδονὰς ἐργαζόμενα, τῶν δὲ ἀπεστρέφετο, ἐμποιούντων ἀλγηδόνας.
De Cherubim. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.