ἐντυχὼν αἰσθήσει, παρ’ ἣν ζῆν δοκεῖ τὰ ἔμψυχα — καλεῖται δὲ Εὔα —, [συνουσίας ἴσης ὀρεχθεὶς] πλησιάζῃ, ἡ δὲ συλλαμβάνῃ καθάπερ δικτύῳ καὶ θηρεύῃ φυσικῶς τὸ ἐκτὸς αἰσθητόν, διὰ μὲν ὀφθαλμῶν τὸ χρῶμα, διὰ δὲ ὤτων φωνήν, διὰ δὲ μυκτήρων ἀτμόν, χυλόν γε μὴν διὰ τῶν γεύσεως ὀργάνων, καὶ διὰ τῶν ἁφῆς ἅπαν σῶμα, συλλαβοῦσα ἐγκύμων τε
γίνεται καὶ εὐθὺς ὠδίνει καὶ τίκτει κακῶν ψυχῆς τὸ μέγιστον, οἴησιν· ᾠήθη γὰρ αὑτοῦ πάντ’ εἶναι κτήματα, ὅσα εἶδεν, ὧν ἤκουσεν, ὧν ἐγεύσατο, ὧν ὠσφρήσατο, ὧν ἥψατο, καὶ πάντων ὑπέλαβεν εὑρετὴν καὶ
De Cherubim. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.