ἐνυπνίων (Gen. 40,8)· ἐχρῆν γὰρ εἰπεῖν, ὑπ’ αὐτοῦ ὡς αἰτίου τὴν τῶν ἀφανῶν ἀνάπτυξίν τε καὶ ἀκρίβειαν δεόντως ἔσεσθαι· ὄργανα γὰρ ἡμεῖς, δι’ ὧν αἱ κατὰ μέρος ἐνέργειαι, ἐπιτεινόμενα καὶ ἀνιέμενα, τεχνίτης δὲ ὁ τὴν πλῆξιν ἐργαζόμενος τῶν σώματός τε καὶ ψυχῆς δυνάμεων, ὑφ’ οὗ πάντα κινεῖται.
De Cherubim. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.