ὁ ποιητὴς καὶ πατήρ, ὥσπερ αἱ ἱεραὶ γραφαὶ μηνύουσιν, εἰργάσατο. λέγουσιν οὖν οἱ τοῖς νόμοις ἐπὶ πλέον ἐμβαθύναντες καὶ τὰ κατ’ αὐτοὺς 1 ὡς ἔνι μάλιστα μετὰ πάσης ἐξετάσεως ἀκριβοῦντες, ὅτι τῆς αὑτοῦ συγγενείας μεταδοὺς ὁ θεὸς ἀνθρώπῳ τῆς λογικῆς, ἥτις ἀρίστη δωρεῶν ἦν, οὐδὲ τῶν ἄλλων ἐφθόνησεν, ἀλλ’ ὡς οἰκειοτάτῳ καὶ φιλτάτῳ ζῴῳ τὰ ἐν κόσμῳ πάντα προητοιμάσατο βουληθεὶς γενόμενον αὐτὸν μηδενὸς ἀπορῆσαι τῶν πρός τε τὸ ζῆν καὶ τὸ εὖ ζῆν· ὧν τὸ μὲν παρασκευάζουσιν
αἱ χορηγίαι καὶ ἀφθονίαι τῶν πρὸς ἀπόλαυσιν, τὸ δὲ ἡ θεωρία τῶν κατ’ οὐρανόν, ἀφ’ ἧς πληχθεὶς ὁ νοῦς ἔρωτα καὶ πόθον ἔσχε τῆς τούτων ἐπιστήμης· ὅθεν τὸ φιλοσοφίας ἀνεβλάστησε γένος, ὑφ’ οὗ καίτοι θνητὸς ὢν ἄνθρωπος ἀπαθανατίζεται.
De Opificio Mundi. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.