προεσήμηνάν τινες καὶ μυρία ἄλλα τῶν ἀηθεστέρων, ὡς ἀψευδέστατα λελέχθαι ὅτι „γεγόνασιν εἰς σημεῖα“ οἱ ἀστέρες, προσέτι μέντοι καὶ „εἰς καιρούς“ (Gen. 1,14)· καιροὺς δὲ τὰς ἐτησίους ὥρας ὑπείληφεν εἶναι, καὶ μήποτ’ εἰκότως· ἔννοια γὰρ καιροῦ τίς ἂν εἴη πλὴν χρόνος κατορθώσεως; αἱ δ’ ὧραι πάντα τελεσφοροῦσαι κατορθοῦσι, σπορὰς καὶ φυτείας καρπῶν
καὶ ζῴων γενέσεις τε καὶ αὐξήσεις.
De Opificio Mundi. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.