ἐκ φύσεως αὐτῶν διαμάχην. ἵν’ οὖν μὴ αἰεὶ συμφερόμεναι στασιάζωσι καὶ πόλεμος ἀντ’ εἰρήνης ἐπικρατῇ τὴν ἀκοσμίαν ἐν κόσμῳ τιθείς, οὐ μόνον ἐχώρισε φῶς καὶ σκότος, ἀλλὰ καὶ ὅρους ἐν μέσοις ἔθετο διαστήμασιν, οἷς ἀνεῖρξε τῶν ἄκρων ἑκάτερον· ἔμελλε γὰρ γειτνιῶντα σύγχυσιν ἀπεργάζεσθαι τῷ περὶ δυναστείας ἀγῶνι κατὰ πολλὴν καὶ ἄπαυστον φιλονεικίαν
ἐπαποδυόμενα, εἰ μὴ μέσοι παγέντες ὅροι διέζευξαν καὶ διέλυσαν τὴν ἀντεπίθεσιν.
De Opificio Mundi. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.