γῆν", τὴν ἀρχὴν παραλαμβάνων | οὐχ ὡς οἴονταί τινες τὴν κατὰ χρόνον· 1 χρόνος γὰρ οὐκ ἦν πρὸ κόσμου, ἀλλ’ ἢ σὺν αὐτῷ γέγονεν ἢ μετ’ αὐτόν· ἐπεὶ γὰρ διάστημα τῆς τοῦ κόσμου κινήσεώς ἐστιν ὁ χρόνος, προτέρα δὲ τοῦ κινουμένου κίνησις οὐκ ἂν γένοιτο, ἀλλ’ ἀναγκαῖον αὐτὴν ἢ ὕστερον ἢ ἅμα συνίστασθαι, ἀναγκαῖον ἄρα καὶ τὸν χρόνον ἢ ἰσήλικα κόσμου γεγονέναι ἢ νεώτερον ἐκείνου· πρεσβύτερον δ’ ἀποφαίνεσθαι τολμᾶν ἀφιλόσοφον.
De Opificio Mundi. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.