ἄσκεπτον καὶ ἀταλαίπωρον καὶ ἀφιλόσοφον, τὸ δ’ ὡς κατεψευσμένον καὶ μεστὸν γοητείας, παγκάλην καὶ σεμνοτάτην ἀρχὴν ἐποιήσατο τῶν νόμων, μήτ’ εὐθὺς ἃ χρὴ πράττειν ἢ τοὐναντίον ὑπειπὼν μήτ’, ἐπειδὴ προτυπῶσαι τὰς διανοίας τῶν χρησομένων τοῖς νόμοις ἀναγκαῖον ἦν, μύθους πλασάμενος ἢ συναινέσας τοῖς ὑφ’ ἑτέρων συντεθεῖσιν.
De Opificio Mundi. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.