ὅτι γενητὸς ὁ κόσμος, διὰ τοὺς οἰομένους αὐτὸν ἀγένητον καὶ ἀίδιον εἶναι, οἳ πλέον οὐδὲν ἀπονέμουσι θεῷ· τέταρτον δ’ ὅτι καὶ εἷς 1 ἐστιν ὁ κόσμος, ἐπειδὴ καὶ εἷς ὁ δημιουργὸς ὁ ἐξομοιώσας αὑτῷ κατὰ τὴν μόνωσιν τὸ ἔργον, ὃς ἁπάσῃ κατεχρήσατο τῇ ὕλῃ εἰς τὴν τοῦ ὅλου γένεσιν· ὅλον γὰρ οὐκ ἂν ἦν, εἰ μὴ ἐξ ὅλων ἐπάγη καὶ συνέστη τῶν μερῶν· εἰσὶ γὰρ οἱ πλείους ὑπολαμβάνοντες εἶναι κόσμους, οἱ δὲ καὶ ἀπείρους, ἄπειροι καὶ ἀνεπιστήμονες αὐτοὶ πρὸς ἀλήθειαν
ὄντες ὧν καλὸν ἐπιστήμην ἔχειν· πέμπτον δ’ ὅτι καὶ προνοεῖ τοῦ κόσμου ὁ θεός· ἐπιμελεῖσθαι γὰρ ἀεὶ τὸ πεποιηκὸς τοῦ γενομένου φύσεως νόμοις καὶ θεσμοῖς ἀναγκαῖον, καθ’ οὓς καὶ γονεῖς τέκνων P. 42 M. προμηθοῦνται.
De Opificio Mundi. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.