αἵ τε πρῶται τοῦ ἄρρενος πρὸς τὸ θῆλυ σύνοδοι ξεναγὸν ἔχουσιν ἡδονήν, αἵ τε σποραὶ καὶ γενέσεις διὰ ταύτης συνίστανται, τά τε γεννώμενα οὐδενὶ πρῶτον οἰκειοῦσθαι πέφυκεν ἢ ταύτῃ, χαίροντα μὲν ἡδονῇ, τὴν δ’ ἐναντίαν ἀλγηδόνα δυσχεραίνοντα· παρὸ καὶ ἀνακλαίεται τὸ βρέφος ἀποκυηθέν, ἀλγῆσαν ὡς εἰκὸς τῇ περιψύξει· ἐκ γὰρ θερμοτάτου
καὶ πυρωδεστάτου χωρίου τοῦ κατὰ τὴν μήτραν, ᾧ πολὺν χρόνον ἐνδιῃτήθη, προελθὸν ἐξαπιναίως εἰς ἀέρα, ψυχρὸν καὶ ἀσυνήθη τόπον, ἐπλήχθη καὶ τῆς ὀδύνης καὶ τοῦ δυσχεραίνειν ἀλγηδόνι τὰ κλαύματα δεῖγμα παρέσχεν ἐναργέστατον.
De Opificio Mundi. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.