ζῷον ἐμφερέστερον ἑαυτῇ γάνυταί τε καὶ ἀντιπροσφθέγγεται μετ’ αἰδοῦς· ἔρως δ’ ἐπιγενόμενος καθάπερ ἑνὸς ζῴου διττὰ τμήματα διεστηκότα συναγαγὼν εἰς ταὐτὸν ἁρμόττεται, πόθον ἐνιδρυσάμενος ἑκατέρῳ τῆς πρὸς θάτερον κοινωνίας εἰς τὴν τοῦ ὁμοίου γένεσιν· ὁ δὲ πόθος οὗτος καὶ τὴν τῶν σωμάτων ἡδονὴν ἐγέννησεν, ἥτις ἐστὶν ἀδικημάτων καὶ παρανομημάτων p. 37 M. ἀρχή, δι’ ἣν ὑπαλλάττονται τὸν θνητὸν καὶ κακοδαίμονα
βίον ἀντ’ ἀθανάτου καὶ εὐδαίμονος.
De Opificio Mundi. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.