εἶδον· ἀποδεῖ γὰρ τὰ μιμήματα τῶν ἀρχετύπων, τὰ δ’ ἀπὸ τῶν μιμημάτων γραφόμενα καὶ πλαττόμενα πολὺ μᾶλλον, ἅτε μακρὰν ἀφεστῶτα τῆς ἀρχῆς· παραπλήσιον δὲ πάθος καὶ ἡ μαγνῆτις λίθος ἐπιδείκνυται· τῶν γὰρ σιδηρῶν δακτυλίων ὁ μὲν αὐτῆς ψαύσας βιαιότατα κρατεῖται, ὁ δὲ τοῦ ψαύσαντος ἧττον, ἐκκρέμαται δὲ καὶ τρίτος δευτέρου
καὶ τέταρτος τρίτου καὶ πέμπτος τετάρτου καὶ ἑτέρων ἕτεροι κατὰ μακρὸν στοῖχον ὑπὸ μιᾶς ὁλκοῦ δυνάμεως συνεχόμενοι, πλὴν οὐ τὸν αὐτὸν τρόπον· ἀεὶ γὰρ οἱ πόρρω τῆς ἀρχῆς ἀπηρτημένοι χαλῶνται διὰ τὸ τὴν ὁλκὴν ἀνίεσθαι μηκέθ’ ὁμοίως σφίγγειν δυναμένην. ὅμοιον δή τι πεπονθέναι καὶ τὸ γένος τῶν ἀνθρώπων φαίνεται καθ’ ἑκάστην γενεὰν 1 ἀμυδροτέρας λαμβανόντων τάς τε τοῦ σώματος καὶ τὰς τῆς ψυχῆς δυνάμεις καὶ ποιότητας.
De Opificio Mundi. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.