ὄντως ἦν. τεκμηριώσαιτο δ’ ἄν τις τὴν μὲν τοῦ σώματος εὐμορφίαν ἐκ τριῶν, ὧν ἐστι πρῶτον τόδε· ἄρτι τῆς γῆς νεοκτίστου φανείσης κατὰ τὴν τοῦ πολλοῦ p. 33 M. ὕδατος διάκρισιν, ὃ προσερρήθη θάλαττα, τὴν ὕλην συνέβαινε τῶν γινομένων ἀμιγῆ καὶ ἄδολον καὶ καθαρὰν ἔτι δ’ ὁλκὸν καὶ εὐεργὸν εἶναι, ἐξ ἧς τὰ ἀποτελούμενα εἰκότως ἦν ἀνυπαίτια.
De Opificio Mundi. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.