ὧν ὁ κόσμος ἐδημιουργήθη. Μωυσῆς δ’ ὀξυωπεστέροις ὄμμασι καὶ τὰ μακρὰν εἰωθὼς εὖ μάλα θεωρεῖν καὶ καταλαμβάνειν στοιχεῖον μὲν οἴεται εἶναι τὴν μεγάλην θάλατταν, μοῖραν τετάρτην τῶν συμπάντων, ἣν οἱ μετ’ αὐτὸν Ὠκεανὸν προσαγορεύοντες τὰ παρ’ ἡμῖν πλωτὰ πελάγη λιμένων ἔχειν μεγέθη νομίζουσι, τὸ δὲ γλυκὺ καὶ πότιμον ὕδωρ διέκρινεν
ἀπὸ τοῦ θαλαττίου προσκατατάξας αὐτὸ τῇ γῇ καὶ μέρος ταύτης ὑπολαβών, οὐκ ἐκείνου, διὰ τὴν λεχθεῖσαν αἰτίαν πρότερον, ἵν’ ὡς ἂν ὑπὸ δεσμοῦ συνέχηται γλυκείᾳ ποιότητι κόλλης τρόπον ἑνούσης· ξηρὰ γὰρ ἀπολειφθεῖσα, μὴ παραδυομένης νοτίδος διὰ τῶν ἀραιωμάτων πολυσχιδῶς ἐπιφοιτώσης, κἂν διελέλυτο· συνέχεται δὲ καὶ διαμένει τὰ μὲν
πνεύματος ἑνωτικοῦ δυνάμει, τὰ δὲ τῆς νοτίδος οὐκ ἐώσης ἀφαυαινομένην κατὰ τρύφη μικρὰ καὶ μεγάλα θρύπτεσθαι.
De Opificio Mundi. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.