στήλαις, ταῖς δὲ διανοίαις τῶν ὑφ’ αὑτὸν ἁπάντων ἐνεχάραξε, δι’ ἓξ ἡμερῶν κελεύσας ἄγειν ἱερὰν ἑβδόμην ἀπὸ τῶν ἄλλων ἀνέχοντας ἔργων ὅσα κατὰ ζήτησιν βίου καὶ πορισμόν, ἑνὶ μόνῳ σχολάζοντας τῷ φιλοσοφεῖν εἰς βελτίωσιν ἠθῶν καὶ τὸν τοῦ συνειδότος ἔλεγχον, ὃς ἐνιδρυμένος τῇ ψυχῇ καθάπερ δικαστὴς ἐπιπλήττων οὐ δυσωπεῖται, τὰ μὲν
σφοδροτέραις ἀπειλαῖς τὰ δὲ καὶ μετριωτέραις νουθεσίαις χρώμενος, περὶ μὲν ὧν ἔδοξεν ἐκ προνοίας ἀδικεῖν ἀπειλαῖς, περὶ δ’ ὧν ἀκούσια διὰ τὸ ἀπροοράτως ἔχειν νουθεσίαις ὑπὲρ τοῦ μηκέθ’ ὁμοίως ὀλισθεῖν.
De Opificio Mundi. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.