Κρέων
οὔκουν ποτʼ ἐκ τούτοιν γε μὴ σκήπτροιν ἔτι
ὁδοιπορήσῃς· ἀλλʼ ἐπεὶ νικᾶν θέλεις
πατρίδα τε τὴν σὴν καὶ φίλους, ὑφʼ ὧν ἐγὼ
850
ταχθεὶς τάδʼ ἔρδω, καὶ τύραννος ὢν ὅμως,
νίκα. χρόνῳ γάρ, οἶδʼ ἐγώ, γνώσει τάδε,
ὁθούνεκʼ αὐτὸς αὑτὸν οὔτε νῦν καλὰ
δρᾷς οὔτε πρόσθεν εἰργάσω βίᾳ φίλων,
ὀργῇ χάριν δούς, ἥ σʼ ἀεὶ λυμαίνεται.
855
Χορός
ἐπίσχες αὐτοῦ, ξεῖνε.
Κρέων
μὴ ψαύειν λέγω.
Χορός
οὔτοι σʼ ἀφήσω, τῶνδέ γʼ ἐστερημένος.
Κρέων
καὶ μεῖζον ἆρα ῥύσιον πόλει τάχα
θήσεις· ἐφάψομαι γὰρ οὐ ταύταιν μόναιν.
Χορός
ἀλλʼ ἐς τί τρέψει;
860
Κρέων
τόνδʼ ἀπάξομαι λαβών.
Χορός
δεινὸν λέγοις ἄν.
Κρέων
τοῦτο νῦν πεπράξεται.
Χορός
ἢν μή σʼ ὁ κραίνων τῆσδε γῆς ἀπειργάθῃ.
Οἰδίπους
ὦ φθέγμʼ ἀναιδές, ἦ σὺ γὰρ ψαύσεις ἐμοῦ;
Κρέων
αὐδῶ σιωπᾶν.
Οἰδίπους
μὴ γὰρ αἵδε δαίμονες
θεῖέν μʼ ἄφωνον τῆσδε τῆς ἀρᾶς ἔτι,
865
ὅς μʼ, ὦ κάκιστε, ψιλὸν ὄμμʼ ἀποσπάσας
πρὸς ὄμμασιν τοῖς πρόσθεν ἐξοίχει βίᾳ.
τοιγὰρ σέ τʼ αὐτὸν καὶ γένος τὸ σὸν θεῶν
ὁ πάντα λεύσσων Ἥλιος δοίη βίον
τοιοῦτον οἷον κἀμὲ γηρᾶναί ποτε.
870
Κρέων
ὁρᾶτε ταῦτα, τῆσδε γῆς ἐγχώριοι;
Οἰδίπους
ὁρῶσι κἀμὲ καὶ σέ, καὶ φρονοῦσʼ ὅτι
ἔργοις πεπονθὼς ῥήμασίν σʼ ἀμύνομαι.
Κρέων
οὔτοι καθέξω θυμόν, ἀλλʼ ἄξω βίᾳ
κεἰ μοῦνός εἰμι τόνδε καὶ χρόνῳ βραδύς.
875
Οἰδίπους
ἰὼ τάλας.
Χορός
ὅσον λῆμʼ ἔχων ἀφίκου, ξένʼ, εἰ τάδε δοκεῖς τελεῖν.
Κρέων
δοκῶ.
Χορός
τάνδʼ ἄρʼ οὐκέτι νεμῶ πόλιν.
Κρέων
τοῖς τοι δικαίοις χὠ βραχὺς νικᾷ μέγαν.
880
Οἰδίπους
ἀκούεθʼ οἷα φθέγγεται;
Χορός
τά γʼ οὐ τελεῖ.
ἴστω μέγας Ζεύς.
Κρέων
Ζεύς γʼ ἂν εἰδείη, σὺ δʼ οὔ.
Χορός
ἆρʼ οὐχ ὕβρις τάδʼ;
Κρέων
ὕβρις, ἀλλʼ ἀνεκτέα.
Χορός
ἰὼ πᾶς λεώς, ἰὼ γᾶς πρόμοι,
885
μόλετε σὺν τάχει, μόλετʼ, ἐπεὶ πέραν περῶσʼ οἵδε δή.
Θησεύς
τίς ποθʼ ἡ βοή; τί τοὔργον; ἐκ τίνος φόβου ποτὲ
βουθυτοῦντά μʼ ἀμφὶ βωμὸν ἔσχετʼ ἐναλίῳ θεῷ
τοῦδʼ ἐπιστάτῃ Κολωνοῦ; λέξαθʼ, ὡς εἰδῶ τὸ πᾶν,
οὗ χάριν δεῦρʼ ᾖξα θᾶσσον ἢ καθʼ ἡδονὴν ποδός.
890
Οἰδίπους
ὦ φίλτατʼ, ἔγνων γὰρ τὸ προσφώνημά σου,
πέπονθα δεινὰ τοῦδʼ ὑπʼ ἀνδρὸς ἀρτίως.
Θησεύς
τὰ ποῖα ταῦτα, τίς δʼ ὁ πημήνας; λέγε.
Οἰδίπους
Κρέων ὅδʼ, ὃν δέδορκας, οἴχεται τέκνων
ἀποσπάσας μου τὴν μόνην ξυνωρίδα.
895
Θησεύς
πῶς εἶπας;
Οἰδίπους
οἷά περ πέπονθʼ ἀκήκοας.
Oedipus at Colonus. Sophocles. ed. Francis Storr. London. 1912.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.