Ἰοκάστη
χώρας ἄνακτες, δόξα μοι παρεστάθη
ναοὺς ἱκέσθαι δαιμόνων, τάδʼ ἐν χεροῖν
στέφη λαβούσῃ κἀπιθυμιάματα.
ὑψοῦ γὰρ αἴρει θυμὸν Οἰδίπους ἄγαν
λύπαισι παντοίαισιν· οὐδʼ ὁποῖʼ ἀνὴρ
915
ἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται,
ἀλλʼ ἐστὶ τοῦ λέγοντος, εἰ φόβους λέγοι.
ὅτʼ οὖν παραινοῦσʼ οὐδὲν ἐς πλέον ποιῶ,
πρὸς σʼ, ὦ Λύκειʼ Ἄπολλον, ἄγχιστος γὰρ εἶ,
ἱκέτις ἀφῖγμαι τοῖσδε σὺν κατεύγμασιν,
920
ὅπως λύσιν τινʼ ἡμὶν εὐαγῆ πόρῃς·
ὡς νῦν ὀκνοῦμεν πάντες ἐκπεπληγμένον
κεῖνον βλέποντες ὡς κυβερνήτην νεώς.
Ἄγγελος
ἆρʼ ἂν παρʼ ὑμῶν, ὦ ξένοι, μάθοιμʼ ὅπου
τὰ τοῦ τυράννου δώματʼ ἐστὶν Οἰδίπου;
925
μάλιστα δʼ αὐτὸν εἴπατʼ, εἰ κάτισθʼ ὅπου.
Χορός
στέγαι μὲν αἵδε, καὐτὸς ἔνδον, ὦ ξένε·
γυνὴ δὲ μήτηρ ἥδε τῶν κείνου τέκνων.
Ἄγγελος
ἀλλʼ ὀλβία τε καὶ ξὺν ὀλβίοις ἀεὶ
γένοιτʼ, ἐκείνου γʼ οὖσα παντελὴς δάμαρ.
930
Ἰοκάστη
αὔτως δὲ καὶ σύ γʼ, ὦ ξένʼ· ἄξιος γὰρ εἶ
τῆς εὐεπείας εἵνεκʼ· ἀλλὰ φράζʼ ὅτου
χρῄζων ἀφῖξαι χὤ τι σημῆναι θέλων.
Ἄγγελος
ἀγαθὰ δόμοις τε καὶ πόσει τῷ σῷ, γύναι.
Ἰοκάστη
τὰ ποῖα ταῦτα; παρὰ τίνος δʼ ἀφιγμένος;
935
Ἄγγελος
ἐκ τῆς Κορίνθου· τὸ δʼ ἔπος οὑξερῶ τάχα,
ἥδοιο μέν, πῶς δʼ οὐκ ἄν, ἀσχάλλοις δʼ ἴσως.
Ἰοκάστη
τί δʼ ἔστι; ποίαν δύναμιν ὧδʼ ἔχει διπλῆν;
Ἄγγελος
τύραννον αὐτὸν οὑπιχώριοι χθονὸς
τῆς Ἰσθμίας στήσουσιν, ὡς ηὐδᾶτʼ ἐκεῖ.
940
Ἰοκάστη
τί δʼ; οὐχ ὁ πρέσβυς Πόλυβος ἐγκρατὴς ἔτι;
Ἄγγελος
οὐ δῆτʼ, ἐπεί νιν θάνατος ἐν τάφοις ἔχει.
Ἰοκάστη
πῶς εἶπας; ἦ τέθνηκε Πόλυβος, ὦ γέρον;
Ἄγγελος
εἰ μὴ λέγω τἀληθές, ἀξιῶ θανεῖν.
Ἰοκάστη
ὦ πρόσπολʼ, οὐχὶ δεσπότῃ τάδʼ ὡς τάχος
945
μολοῦσα λέξεις; ὦ θεῶν μαντεύματα,
ἵνʼ ἐστέ· τοῦτον Οἰδίπους πάλαι τρέμων
τὸν ἄνδρʼ ἔφευγε μὴ κτάνοι, καὶ νῦν ὅδε
πρὸς τῆς τύχης ὄλωλεν οὐδὲ τοῦδʼ ὕπο.
Oedipus Tyrannus. Sophocles. ed. Francis Storr. London. 1912.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.