Οἰδίπους
οἷόν μʼ ἀκούσαντʼ ἀρτίως ἔχει, γύναι,
ψυχῆς πλάνημα κἀνακίνησις φρενῶν.
Ἰοκάστη
ποίας μερίμνης τοῦθʼ ὑποστραφεὶς λέγεις;
Οἰδίπους
ἔδοξʼ ἀκοῦσαι σοῦ τόδʼ, ὡς ὁ Λάϊος
κατασφαγείη πρὸς τριπλαῖς ἁμαξιτοῖς.
730
Ἰοκάστη
ηὐδᾶτο γὰρ ταῦτʼ οὐδέ πω λήξαντʼ ἔχει.
Οἰδίπους
καὶ ποῦ ʼσθʼ ὁ χῶρος οὗτος οὗ τόδʼ ἦν πάθος;
Ἰοκάστη
Φωκὶς μὲν ἡ γῆ κλῄζεται, σχιστὴ δʼ ὁδὸς
ἐς ταὐτὸ Δελφῶν κἀπὸ Δαυλίας ἄγει.
Οἰδίπους
καὶ τίς χρόνος τοῖσδʼ ἐστὶν οὑξεληλυθώς;
735
Ἰοκάστη
σχεδόν τι πρόσθεν ἢ σὺ τῆσδʼ ἔχων χθονὸς
ἀρχὴν ἐφαίνου, τοῦτʼ ἐκηρύχθη πόλει.
Οἰδίπους
ὦ Ζεῦ, τί μου δρᾶσαι βεβούλευσαι πέρι;
Ἰοκάστη
τί δʼ ἐστί σοι τοῦτʼ, Οἰδίπους, ἐνθύμιον;
Οἰδίπους
μήπω μʼ ἐρώτα· τὸν δὲ Λάϊον φύσιν
740
τίνʼ ἦλθε φράζε, τίνα δʼ ἀκμὴν ἥβης ἔχων.
Ἰοκάστη
μέγας, χνοάζων ἄρτι λευκανθὲς κάρα,
μορφῆς δὲ τῆς σῆς οὐκ ἀπεστάτει πολύ.
Οἰδίπους
οἴμοι τάλας· ἔοικʼ ἐμαυτὸν εἰς ἀρὰς
δεινὰς προβάλλων ἀρτίως οὐκ εἰδέναι.
745
Ἰοκάστη
πῶς φῄς; ὀκνῶ τοι πρός σʼ ἀποσκοποῦσʼ, ἄναξ.
Οἰδίπους
δεινῶς ἀθυμῶ μὴ βλέπων ὁ μάντις ᾖ·
δείξεις δὲ μᾶλλον, ἢν ἓν ἐξείπῃς ἔτι.
Ἰοκάστη
καὶ μὴν ὀκνῶ μέν, ἃ δʼ ἂν ἔρῃ μαθοῦσʼ ἐρῶ.
Oedipus Tyrannus. Sophocles. ed. Francis Storr. London. 1912.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.