Κρέων
οἶσθʼ ὡς πόησον; ἀντὶ τῶν εἰρημένων
ἴσʼ ἀντάκουσον, κᾆτα κρῖνʼ αὐτὸς μαθών.
Οἰδίπους
λέγειν σὺ δεινός, μανθάνειν δʼ ἐγὼ κακὸς
545
σοῦ· δυσμενῆ γὰρ καὶ βαρύν σʼ ηὕρηκʼ ἐμοί.
Κρέων
τοῦτʼ αὐτὸ νῦν μου πρῶτʼ ἄκουσον ὡς ἐρῶ.
Οἰδίπους
τοῦτʼ αὐτὸ μή μοι φράζʼ, ὅπως οὐκ εἶ κακός.
Κρέων
εἴ τοι νομίζεις κτῆμα τὴν αὐθαδίαν
εἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς.
550
Οἰδίπους
εἴ τοι νομίζεις ἄνδρα συγγενῆ κακῶς
δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς.
Κρέων
ξύμφημί σοι ταῦτʼ ἔνδικʼ εἰρῆσθαι· τὸ δὲ
πάθημʼ ὁποῖον φὴς παθεῖν, δίδασκέ με.
Οἰδίπους
ἔπειθες ἢ οὐκ ἔπειθες, ὡς χρείη μʼ ἐπὶ
555
τὸν σεμνόμαντιν ἄνδρα πέμψασθαί τινα;
Κρέων
καὶ νῦν ἔθʼ αὑτός εἰμι τῷ βουλεύματι.
Οἰδίπους
πόσον τινʼ ἤδη δῆθʼ ὁ Λάϊος χρόνον
Κρέων
δέδρακε ποῖον ἔργον; οὐ γὰρ ἐννοῶ.
Οἰδίπους
ἄφαντος ἔρρει θανασίμῳ χειρώματι;
560
Κρέων
μακροὶ παλαιοί τʼ ἂν μετρηθεῖεν χρόνοι.
Οἰδίπους
τότʼ οὖν ὁ μάντις οὗτος ἦν ἐν τῇ τέχνῃ;
Κρέων
σοφός γʼ ὁμοίως κἀξ ἴσου τιμώμενος.
Οἰδίπους
ἐμνήσατʼ οὖν ἐμοῦ τι τῷ τότʼ ἐν χρόνῳ;
Κρέων
οὔκουν ἐμοῦ γʼ ἑστῶτος οὐδαμοῦ πέλας.
565
Οἰδίπους
ἀλλʼ οὐκ ἔρευναν τοῦ κτανόντος ἔσχετε;
Κρέων
παρέσχομεν, πῶς δʼ οὐχί; κοὐκ ἠκούσαμεν.
Οἰδίπους
πῶς οὖν τόθʼ οὗτος ὁ σοφὸς οὐκ ηὔδα τάδε;
Κρέων
οὐκ οἶδʼ· ἐφʼ οἷς γὰρ μὴ φρονῶ σιγᾶν φιλῶ.
Οἰδίπους
τοσόνδε γʼ οἶσθα καὶ λέγοις ἂν εὖ φρονῶν.
570
Κρέων
ποῖον τόδʼ; εἰ γὰρ οἶδά γʼ, οὐκ ἀρνήσομαι.
Οἰδίπους
ὁθούνεκʼ, εἰ μὴ σοὶ ξυνῆλθε, τάσδʼ ἐμὰς
οὐκ ἄν ποτʼ εἶπε Λαΐου διαφθοράς.
Κρέων
εἰ μὲν λέγει τάδʼ, αὐτὸς οἶσθʼ· ἐγὼ δὲ σοῦ
μαθεῖν δικαιῶ ταὔθʼ ἅπερ κἀμοῦ σὺ νῦν.
575
Οἰδίπους
ἐκμάνθανʼ· οὐ γὰρ δὴ φονεὺς ἁλώσομαι.
Κρέων
τί δῆτʼ; ἀδελφὴν τὴν ἐμὴν γήμας ἔχεις;
Οἰδίπους
ἄρνησις οὐκ ἔνεστιν ὧν ἀνιστορεῖς.
Κρέων
ἄρχεις δʼ ἐκείνῃ ταὐτὰ γῆς ἴσον νέμων;
Οἰδίπους
ἃν ᾖ θέλουσα πάντʼ ἐμοῦ κομίζεται.
580
Κρέων
οὔκουν ἰσοῦμαι σφῷν ἐγὼ δυοῖν τρίτος;
Οἰδίπους
ἐνταῦθα γὰρ δὴ καὶ κακὸς φαίνει φίλος.
Oedipus Tyrannus. Sophocles. ed. Francis Storr. London. 1912.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.