ΤΕΚΜΗΣΣΑ
Ἅπαν μαθήσει τοὖργον, ὡς κοινωνὸς ὤν.
κεῖνος γὰρ ἄκρας νυκτὸς, ἡνίχ’ ἕσπεροι
285
280
λαμπτῆρες οὐκἐτ’ ᾖθον, ἄμφηκες λαβὼν
ὲμαίετ’ ἔγχος ἐξόδους ἕρπειν κενάς.
κἀγὼ ’πιπλήσσω καὶ λέγω, τί χρῆμα δρᾷς,
Αἴας; τί τήνδ’ ἄκλητος οὔθ’ ὑπ’ ἀγγέλων
κληθεὶς ἀφορμᾷς πεῖραν, οὔτε του κλύων
290
285
σάλπιγγος; ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός. —
ὁ δ’ εἶπε πρός με βαί’, ἀεὶ δ’ ὑμνούμενα,
γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει.
κἀγὼ μαθοῦσ’ ἔληξ’, ὁ δ’ ἐσσύθη μόνος.
καὶ τὰς ὲκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας.
295
290
ἔσω δ’ ὲςῆλθε συνδέτους ἄγων ὁμοῦ
ταύρους, κύνας βοτῆρας, εὔκερών τ’ ἄγραν.
καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δ’ ἄνω τρέπων
ἔσφαζε κἀρράχιζε, τοὺς δὲ δεσμίους
300
ᾐκίζεθ’, ὥστε φῶτας, ὲν ποίμναις πίτνων.
295
τέλος δ’ ὑπάξας διὰ θυρῶν, σκιᾷ τινὶ
λόγους ἀνέσπα, τοὺς μὲν Ἀτρειδῶν κάτα,
τοὺς δ’ ἀμφ’ Ὀδυσσεῖ, ξυντιθεὶς γέλων πολὺν,
ὅσην κατ’ αὐτῶν ὕβριν ἐκτίσαιτ’ ἰών·
305
κἄπειτ’ ἐπᾴξας αὖθις ἐς δόμους πάλιν,
300
ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται,
καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος,
παίσας κάρα ’θώὐζεν· ὲν δ’ ἐρειπίοις
νεκρῶν ὲρειφθεὶς ἕζετ’ ἀρνείου φόνου,
310
κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί.
305
καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον·
ἔπειτ’ ἐμοὶ τὰ δείν’ ἐπηπείλησ’ ἔπη,
εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος,
κἀνήρετ’, ὲν τῷ πράγματος κυρεῖ ποτἐ.
315
κἀγὼ, φίλοι, δείσασα τοὐ ἑιργασμένον
310
ἔλεξα πᾶν, ὅσονπερ ἐξηπιστάμην,
ὁ δ’ εὐθὺς ἐξῴμωξεν οἰμωγὰς λυγρὰς,
ἃς οὔποτ’ αὐτοῦ πρόσθεν εἰςήκουσ’ ἐγώ.
πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους
320
τοιούςδ’ ἀεί ποτ’ ἀνδρὸς ὲξηγεῖτ’ ἔχειν.
315
ἀλλ’ ἀψόφητος ὀξέων κωκυμάτων
ὑπεστέναζε, ταῦρος ὣς βρυχώμενος.
νῦν δ’ ὲν τοιᾷδε κείμενος κακῇ τύχῃ
ἄσιτος ἀνὴρ, ἄποτος, ὲν μέσοις βοτοῖς
325
σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών.
320
καὶ δῆλός έστιν ὥς τι δρασείων κακόν.
τοιαῦτα γάρ πως καὶ λέγει κὠδύρεται.
Ἀλλ’, ὦ φίλοι, τούτων γὰρ οὕνεκ’ ἐστάλην,
ἀρήξατ’ εξελθόντες, εἰ δύνασθέ τι.
330
φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις.
325