ἄναξ, σέ τ᾽ εἰκός, εἴ τι καίριον λέγει,
μαθεῖν, σέ τ᾽ αὖ τοῦδ᾽. εὖ γὰρ εἴρηται διπλῇ.
725
Κρέων
οἱ τηλικοίδε καὶ διδαξόμεσθα δὴ
φρονεῖν πρὸς ἀνδρὸς τηλικοῦδε τὴν φύσιν;
Αἵμων
μηδὲν τὸ μὴ δίκαιον· εἰ δ᾽ ἐγὼ νέος,
οὐ τὸν χρόνον χρὴ μᾶλλον ἢ τἄργα σκοπεῖν.
Κρέων
ἔργον γάρ ἐστι τοὺς ἀκοσμοῦντας σέβειν;
730
Αἵμων
οὐδ᾽ ἂν κελεύσαιμ᾽ εὐσεβεῖν ἐς τοὺς κακούς.
Κρέων
οὐχ ἥδε γὰρ τοιᾷδ᾽ ἐπείληπται νόσῳ;
Αἵμων
οὔ φησι Θήβης τῆσδ᾽ ὁμόπτολις λεώς.
Κρέων
πόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ἐρεῖ;
Αἵμων
ὁρᾷς τόδ᾽ ὡς εἴρηκας ὡς ἄγαν νέος;
735
Κρέων
ἄλλῳ γὰρ ἢ ᾿μοὶ χρή με τῆσδ᾽ ἄρχειν χθονός;
Αἵμων
πόλις γὰρ οὐκ ἔσθ᾽ ἥτις ἀνδρός ἐσθ᾽ ἑνός.
Κρέων
οὐ τοῦ κρατοῦντος ἡ πόλις νομίζεται;
Αἵμων
καλῶς ἐρήμης γ᾽ ἂν σὺ γῆς ἄρχοις μόνος.
Κρέων
ὅδ᾽, ὡς ἔοικε, τῇ γυναικὶ συμμαχεῖ,
740
Αἵμων
εἴπερ γυνὴ σύ· σοῦ γὰρ οὖν προκήδομαι.
Κρέων
ὦ παγκάκιστε, διὰ δίκης ἰὼν πατρί.
Αἵμων
οὐ γὰρ δίκαιά σ᾽ ἐξαμαρτάνονθ᾽ ὁρῶ.
Κρέων
ἁμαρτάνω γὰρ τὰς ἐμὰς ἀρχὰς σέβων;
Αἵμων
οὐ γὰρ σέβεις, τιμάς γε τὰς θεῶν πατῶν.
745
Κρέων
ὦ μιαρὸν ἦθος καὶ γυναικὸς ὕστερον.
Αἵμων
οὔ τἂν ἕλοις ἥσσω γε τῶν αἰσχρῶν ἐμέ.
Κρέων
ὁ γοῦν λόγος σοι πᾶς ὑπὲρ κείνης ὅδε.
Αἵμων
καὶ σοῦ γε κἀμοῦ, καὶ θεῶν τῶν νερτέρων.
Κρέων
ταύτην ποτ᾽ οὐκ ἔσθ᾽ ὡς ἔτι ζῶσαν γαμεῖς.
750
Αἵμων
ἣ δ᾽ οὖν θανεῖται καὶ θανοῦσ᾽ ὀλεῖ τινά.
Κρέων
ἦ κἀπαπειλῶν ὧδ᾽ ἐπεξέρχῃ θρασύς;
Αἵμων
τίς δ᾽ ἔστ᾽ ἀπειλὴ πρὸς κενὰς γνώμας λέγειν;
Κρέων
κλαίων φρενώσεις, ὢν φρενῶν αὐτὸς κενός.
Αἵμων
εἰ μὴ πατὴρ ἦσθ᾽, εἶπον ἄν σ᾽ οὐκ εὖ φρονεῖν.
755
Κρέων
γυναικὸς ὢν δούλευμα, μὴ κώτιλλέ με.
Αἵμων
βούλῃ λέγειν τι καὶ λέγων μηδὲν κλύειν;
Κρέων
Antigone. Sophocles. Oxford. 1924.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.