ὦ πρέσβυ, πάντες ὥστε τοξόται σκοποῦ
τοξεύετ᾽ ἀνδρὸς τοῦδε, κοὐδὲ μαντικῆς
ἄπρακτος ὑμῖν εἰμι· τῶν δ᾽ ὑπαὶ γένους
1035
ἐξημπόλημαι κἀκπεφόρτισμαι πάλαι.
κερδαίνετ᾽, ἐμπολᾶτε τἀπὸ Σάρδεων
ἤλεκτρον, εἰ βούλεσθε, καὶ τὸν Ἰνδικὸν
χρυσόν· τάφῳ δ᾽ ἐκεῖνον οὐχὶ κρύψετε,
οὐδ᾽ ἢν θέλωσ᾽ οἱ Ζηνὸς αἰετοὶ βορὰν
1040
φέρειν νιν ἁρπάζοντες ἐς Διὸς θρόνους·
οὐδ᾽ ὣς μίασμα τοῦτο μὴ τρέσας ἐγὼ
θάπτειν παρήσω κεῖνον· εὖ γὰρ οἶδ᾽ ὅτι
θεοὺς μιαίνειν οὔτις ἀνθρώπων σθένει.
πίπτουσι δ᾽, ὦ γεραιὲ Τειρεσία, βροτῶν
1045
χοἱ πολλὰ δεινοὶ πτώματ᾽ αἴσχρ᾽, ὅταν λόγους
αἰσχροὺς καλῶς. λέγωσι τοῦ κέρδους χάριν.
Τειρεσίας
φεῦ·
ἆρ᾽ οἷδεν ἀνθρώπων τις, ἆρα φράζεται.
Κρέων
τί χρῆμα; ποῖον τοῦτο πάγκοινον λέγεις;
Τειρεσίας
ὅσῳ κράτιστον κτημάτων εὐβουλία;
1050
Κρέων
ὅσῳπερ, οἶμαι, μὴ φρονεῖν πλείστη βλάβη.
Τειρεσίας
ταύτης σὺ μέντοι τῆς νόσου πλήρης ἔφυς.
Κρέων
οὐ βούλομαι τὸν μάντιν ἀντειπεῖν κακῶς.
Τειρεσίας
καὶ μὴν λέγεις, ψευδῆ με θεσπίζειν λέγων.
Κρέων
τὸ μαντικὸν γὰρ πᾶν φιλάργυρον γένος.
1055
Τειρεσίας
τὸ δέ γε τυράννων αἰσχροκέρδειαν φιλεῖ.
Κρέων
ἆρ' οἶσθα ταγοὺς ὄντας ἃν λέγῃς λέγων;
Τειρεσίας
οἶδ᾽. ἐξ ἐμοῦ γὰρ τήνδ᾽ ἔχεις σώσας πόλιν.
Κρέων
σοφὸς σὺ μάντις, ἀλλὰ τἀδικεῖν φιλῶν.
Τειρεσίας
ὄρσεις με τἀκίνητα διὰ φρενῶν φράσαι.
1060
Κρέων
κίνει, μόνον δὲ μὴ ᾽πὶ κέρδεσιν λέγων.
Τειρεσίας
οὕτω γὰρ ἤδη καὶ δοκῶ τὸ σὸν μέρος;
Κρέων
ὡς μὴ ᾿μπολήσων ἴσθι τὴν ἐμὴν φρένα.
Τειρεσίας
Antigone. Sophocles. Oxford. 1924.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.