σὺ δ᾽, ἣ κατ᾽ οἴκους ὡς ἔχιδν᾽ ὑφειμένη
λήθουσά μ᾽ ἐξέπινες, οὐδ᾽ ἐμάνθανον
τρέφων δύ᾽ ἄτα κἀπαναστάσεις θρόνων,
φέρ᾽, εἰπὲ δή μοι, καὶ σὺ τοῦδε τοῦ τάφου
φήσεις μετασχεῖν, ἢ ᾿ξομῇ τὸ μὴ εἰδέναι;
535
Ἰσμήνη
δέδρακα τοὔργον, εἴπερ ἥδ᾽ ὁμορροθεῖ,
καὶ ξυμμετίσχω καὶ φέρω τῆς αἰτίας.
Ἀντιγόνη
ἀλλ᾽ οὐκ ἐάσει τοῦτό γ᾽ ἡ δίκη σ᾽, ἐπεὶ
οὔτ᾽ ἠθέλησας οὔτ᾽ ἐγὼ ᾿κοινωσάμην.
Ἰσμήνη
ἀλλ᾽ ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαι
540
ξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη.
Ἀντιγόνη
ὧν τοὔργον Ἅιδης χοἱ κάτω ξυνίστορες·
λόγοις δ᾽ ἐγὼ φιλοῦσαν οὐ στέργω φίλην.
Ἰσμήνη
μήτοι, κασιγνήτη, μ᾽ ἀτιμάσῃς τὸ μὴ οὐ
θανεῖν τε σὺν σοὶ τὸν θανόντα θ᾽ ἁγνίσαι.
545
Ἀντιγόνη
μή μοι θάνῃς σὺ κοινά, μηδ᾽ ἃ μὴ 'θιγες
ποιοῦ σεαυτῆς. ἀρκέσω θνῄσκουσ᾽ ἐγώ.
Ἰσμήνη
καὶ τίς βίος μοι σοῦ λελειμμένῃ φίλος;
Ἀντιγόνη
Κρέοντ᾽ ἐρώτα· τοῦδε γὰρ σὺ κηδεμών.
Ἰσμήνη
τί ταῦτ᾽ ἀνιᾷς μ᾽ οὐδὲν ὠφελουμένη;
550
Ἀντιγόνη
ἀλγοῦσα μὲν δῆτ᾽, εἰ γέλωτ᾽ ἐν σοὶ γελῶ.
Ἰσμήνη
τί δῆτ᾽ ἂν ἀλλὰ νῦν σ᾽ ἔτ᾽ ὠφελοῖμ᾽ ἐγώ;
Ἀντιγόνη
σῶσον σεαυτήν. οὐ φθονῶ σ᾽ ὑπεκφυγεῖν.
Ἰσμήνη
οἴμοι τάλαινα, κἀμπλάκω τοῦ σοῦ μόρου;
Ἀντιγόνη
σὺ μὲν γὰρ εἵλου ζῆν, ἐγὼ δὲ κατθανεῖν.
555
Ἰσμήνη
Antigone. Sophocles. Oxford. 1924.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.