εἴ μοι τὸ Νεστόρειον εὔγλωσσον μέλος
Ἀντήνορός τε τοῦ Φρυγὸς δοίη θεός,
ἅνδρες δεδειπνήκασιν ἤδη; β. σχεδὸν ἅπαντες. α. εὖ γε·
τί οὐ τρέχων σὺ τὰς τραπέζας ἐκφέρεις; ἐγὼ δὲ
λίτρον παραχέων ἔρχομαι. β. κἀγὼ δὲ παρακορήσων.
σπονδὰς δ’ ἔπειτα παραχέας τὸν κότταβον παροίσω· 665c
τῇ παιδὶ τοὺς αὐλοὺς ἐχρῆν ἤδη πρὸ χειρὸς εἶναι
καὶ προαναφυσᾶν. τὸ μύρον ἤδη παράχεον βαδίζων
Αἰγύπτιον κᾆτ’ ἴρινον στέφανον δ’ ἔπειθ’ ἑκάστῳ
δώσω φέρων τῶν ξυμποτῶν. νεοκρᾶτά τις ποιείτω,
α. καὶ δὴ κέκραται. β. τὸν λιβανωτὸν ἐπιτίθει σὺ εἶτ’ ἐπάγει ·
665d σπονδὴ μὲν ἤδη γέγονε καὶ πίνοντές εἰσι πόρρω ·
καὶ σκόλιον ᾖσται, κότταβος δ’ ἐξοίχεται θύραζε.
αὐλοὺς δ’ ἔχουσά τις κορίσκη Καρικὸν μέλος τι
μελίζεται τοῖς συμπόταις· κἄλλην τρίγωνον εἶδον
ἔχουσαν, εἶτ’ ᾖδεν πρὸς αὐτὸ μέλος Ἰωνικόν τι.
ὄρσ’ Ἀσκληπιάδη, καλέει κρείων σε Χαρωνεύς.
κότταβος ἐκ Σικελῆς ἐστι χθονὸς ἐκπρεπὲς ἔργον,
ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα.
πυκνοῖς δ’ ἔβαλλον Βακχίου τοξεύμασιν
κάρα γέροντος· τὸν βαλόντα δὲ στέφειν
ἐγὼ ᾽ τετάγμην, ἆθλα κοττάβων διδούς. 666d
πορν. πρὸς κότταβον παίζειν, ἕως ἂν σφῷν ἐγὼ
τὸ δεῖπνον ἔνδον σκευάσω. ηρ. πάνυ βούλομαι·
ἀλλ’ ἄγγος ἐστ᾽; π. ἀλλ’ εἰς θυίαν παιστέον.
ηρ. φέρε τὴν θυίαν, αἶρ’ ὕδωρ, τὰ ποτήρια 666e
παράθετε, παίζωμεν δὲ περὶ φιλημάτων.
π. ποίων φιλημάτων; ἀγεννῶς οὐκ ἐῶ
παίζειν. τίθημι κοττάβεια σφῷν ἐγὼ
τασδί τε τὰς κρηπῖδας ἃς αὕτη φορεῖ,
καὶ τὸν κότυλον τὸν σόν. ηρ. βαβαιάξ· οὑτοσὶ
μείζων ἀγὼν τῆς Ἰσθμιάδος ἐπέρχεται.
Εὔβουλος Βελλεροφόντῃ·
τίς ἂν λάβοιτο τοῦ σκέλους κάτωθέ μοι;
666f ἄνω γὰρ ὥσπερ κοττάβειον αἴρομαι.
τονδὶ λέγω, σὺ δ’ οὐ συνιεῖς; κότταβος
τὸ λυχνίον ἐστί. πρόσεχε τὸν νοῦν ᾠὰ μὲν
πέντε νικητήριον.
β. περὶ τοῦ; γελοῖον. κοτταβιεῖ δὲ τίνα τρόπον;
α. ἐγὼ διδάξω καθ’ ἕν ὃς ἂν τὸν κότταβον
ἀφεὶς ἐπὶ τὴν πλάστιγγα ποιήσῃ πεσεῖν
β. πλάστιγγα ποίαν; τοῦτο τοὐπικείμενον
ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις; 667a
α. τοῦτ’ ἐστὶ πλάστιγξ οὗτος ὁ κρατῶν γίγνεται.
β. πῶς δ’ εἴσεταί τις τοῦτ᾽; α. ἐὰν τύχῃ μόνον
αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται καὶ ψόφος
ἔσται πάνυ πολύς. β. πρὸς θεῶν, τῷ κοττάβῳ
πρόσεστι καὶ Μάνης τις ὥσπερ οἰκέτης;
ᾧ δεῖ λαβὼν τὸ ποτήριον δεῖξον νόμῳ.
α. αὐλητικῶς δεῖ καρκινοῦν τοὺς δακτύλους
οἶνόν τε μικρὸν ἐγχέαι καὶ μὴ πολὺν 667b
ἔπειτ’ ἀφήσεις. β. τίνα τρόπον; α. δεῦρο βλέπε·
τοιουτονί. β. Πόσειδον, ὡς ὑψοῦ σφόδρα.
α. οὕτω ποιήσεις. β. ἀλλ’ ἐγὼ μὲν σφενδόνῃ
οὐκ ἂν ἐφικοίμην αὐτόσ᾽. α. ἀλλὰ μάνθανε. ᾽ἀγκυλοῦντα
εὖτε τὴν ἀπ’ ἀγκύλης ἵησι τοῖσδε τοῖς νεανίαις,
λευκὸν ἀντείνασα πῆχυν.
Εὐρύμαχος, οὔ τις ἄλλος, οὐδὲν ἥσσονας
ὕβριζ’ ὑβρισμοὺς οὐκ ἐναισίους ἐμοί.
ἦν μὲν γὰρ αὐτῷ σκοπὸς
ἀεὶ τοὐμὸν κάρα, 667d τοῦ δ’ ἀγκυλητοὺς κοσσάβους ἐπίσκοπος †ἐκτεμὼν† ἡβῶσα χεὶρ ἐφίετο.
ἡ Μανία, φέρ’ ὀξύβαφα καὶ κανθάρους
καὶ τὸν ποδανιπτῆρ᾽, ἐγχέασα θὔδατος.
χλανίδες δ’ οὖλαι καταβέβληνται,
θώρακα δ’ ἅπας ἐμπερονᾶται,
κνημὶς δὲ περὶ σφυρὸν ἀρθροῦται,
βλαύτης δ’ οὐδεὶς ἔτ’ ἔρως λευκῆς,
ῥάβδον δ’ ὄψει τὴν κοτταβικὴν
ἐν τοῖς ἀχύροισι κυλινδομένην,
μάνης δ’ οὐδὲν λατάγων ἀίει·
τὴν δὲ τάλαιναν πλάστιγγ’ ἂν ἴδοις
παρὰ τὸν στροφέα τῆς κηπαίας
ἐν τοῖσι κορήμασιν οὖσαν.
ῥιπτοῦντες, ἐκβάλλοντες, ἀγνύντες, τί μ’ οὐ
668b λέγοντες;
ξανθὴ δ’ Ἀφροδισία λάταξ
πᾶσιν ἐπεκτύπει δόμοις.
πολὺς δὲ κοσσάβων ἀραγμὸς Κύπριδος
προσῳδὸν ἀχεῖ μέλος ἐν δόμοισιν.
πολλοὶ καὶ φιλέοντες Ἀκόντιον ἧκαν ἔραζε
668c οἰνοπόται Σικελὰς ἐκ κυλίκων λάταγας,
ὁ δ’ ἀγρυπνήσας μέχρι τῆς κορώνης· τὸν πυραμοῦντα λήψεται
καὶ τὰ κοττάβεια καὶ τῶν παρουσῶν ἣν θέλει χὂν θέλει φιλήσει.
καὶ γὰρ πάλαι πέττει τὰ νικητήρια,
ἐξεπήδησ’ ἀρτίως πέττουσα τὸν χαρίσιον.
εἶεν, γυναῖκες· νῦν ὅπως τὴν νύχθ’ ὅλην
ἐν τῇ δεκάτῃ τοῦ παιδίου χορεύσετε·
θήσω δὲ νικητήριον τρεῖς ταινίας
καὶ μῆλα πέντε καὶ φιλήματ’ ἐννέα.
κότταβον ἐνθάδε σοι τρίτον ἑστάναι οἱ δυσέρωτες 668f
ἡμεῖς προστίθεμεν γυμνασίῳ Βρομίου,
κώρυκον. οἱ δὲ παρόντες ἐνείρετε χεῖρας ἅπαντες
ἐς σφαίρας κυλίκων καὶ πρὶν ἐκεῖνον ἰδεῖν,
ὄμματι βηματίσαισθε τὸν αἰθέρα τὸν κατὰ κλίνην,
εἰς ὅσον αἱ λάταγες χωρίον ἐκτατέαι.
τόν τε σὸν ἀρχαῖον τηλεδαπόν τε φίλον
εἰρεσίῃ γλώσσης ἀποπέμψομεν εἰς μέγαν αἶνον
τοῦδ’ ἐπὶ συμποσίου· δεξιότης τε λόγου
Φαίακος Μουσῶν ἐρέτας ἐπὶ σέλματα πέμπει.
πίνειν μένοντα τὸν καλῶς εὐδαίμονα 669b
κρεῖττον· μάχαι δ’ ἄλλοισι καὶ πόνοι μέλοι.
ἀγγελίας ἀγαθῆς δεῦρ’ ἴτε πευσόμενοι
669c καὶ κυλίκων ἔριδας διαλύσατε καὶ κατάθεσθε
τὴν ξύνεσιν παρ’ ἐμοὶ καὶ τάδε μανθάνετε,
τὰ δὲ ῥόδα φυλλοβολεῦντα
τὠνδρὸς ἀπὸ στεφάνων πάντ’ ἐγένοντο χαμαί.
δέχου τήνδε προπινομένην
τὴν ἀπ’ ἐμοῦ ποίησιν. ἐγὼ δ’ ἐπιδέξια πέμπω
σοὶ πρώτῳ Χαρίτων ἐγκεράσας χάριτας.
καὶ σὺ λαβὼν τόδε δῶρον ἀοιδὰς ἀντιπρόπιθι,
συμπόσιον κοσμῶν καὶ τὸ σὸν εὖ θέμενος,
τόδ’ ἀνατίθημί σοι ῥόδον,
καλὸν ἀνάθημα· καὶ πέδιλα καὶ κυνέαν
καὶ τὰν θηροφόνον λογχίδ᾽, ἐπεί μοι νόος ἄλλᾳ
κέχυται 670f
ἐπὶ τὰν Χάρισι φίλαν παῖδα καὶ καλάν.
ταῦτ’ εἰπόντος τοῦ Δημοκρίτου ὁ Οὐλπιανὸς ἀποβλέψας πρὸς τὸν Κύνουλκον
μ’ ὁ δαίμων, ἔφη, φιλοσόφῳ συνῴκισεν·
ἐπαρίστερ᾽ ἔμαθες, ὦ πόνηρε, γράμματα· 671c
ἀνέστροφὲν σου τὸν βίον τὰ βιβλία·
πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν,
οἷς οὐδέν ἐστιν ἐπιμελὲς τῶν σῶν λόγων.
οὐδ’ ἐν Τριβαλλοῖς ταῦτὰ γ’ ἐστὶν ἔννομα·
οὗ φασι τὸν θύοντα τοῖς κεκλημένοις
δείξαντ’ ἰδεῖν τὸ δεῖπνον εἰς τὴν αὔριον
πωλεῖν ἀδείπνοις ἃ παρέθηκ’ αὐτοῖς ἰδεῖν.
στεφάνους δ’ ἀνὴρ τρεῖς ἕκαστος εἶχεν,
τοὺς μὲν ῥοδίνους, τὸν δὲ Ναυκρατίτην.
ὁ Μεγίστης δ’ ὁ φιλόφρων δέκα δὴ μῆνες ἐπείτε
σιωπῶντος δ’ αὐτοῦ καὶ ἀναζητεῖν προσποιουμένου ὁ Δημόκριτος ἔφη·
οὐκ ἐθέλω, Φιλόθηρε, κατὰ πτόλιν, ἀλλὰ παρ’ Ἥρῃ
δαίνυσθαι ζεφύρου πνεύμασι τερπόμενος.
ἀρκεῖ μοι λιτὴ μὲν ὑπὸ πλευροῖσι χαμευνάς,
673c ἐγγύθι πὰρ ὁ προμάλου δέμνιον ἐνδαπίης,
καὶ λύγος, ἀρχαῖον Καρῶν στέφος. ἀλλὰ φερέσθω
οἶνος καὶ Μουσῶν ἡ χαρίεσσα λύρη,
θυμῆρες πίνοντες ὅπως Διὸς εὐκλέα νύμφην
μέλπωμεν, νήσου δεσπότιν ἡμετέρης.
ὁ Μεγίστης ὁ φιλόφρων δέκα δὴ μῆνες ἐπειδὴ
στεφανοῦταί τε λύγῳ καὶ τρύγα πίνει μελιηδέα.
Ἀριστοτέλης δ’ ἐν δευτέρῳ Ἐρωτικῶν καὶ Ἀρίστων ὁ περιπατητικός, Κεῖος δὲ τὸ γένος, ἐν β# Ἐρωτικῶν Ὁμοίων φασὶν ὅτι οἱ ἀρχαῖοι διὰ τοὺς περὶ τὸν οἶνον πόνους τῶν κεφαλαλγιῶν δεσμοὺς εὕρισκον τοὺς τυχόντας, τῆς τῶν κροτάφων συνδέσεως ὠφελεῖν δοκούσης· οἱ δ’ ὕστερον ἅμα τῷ κροτάφῳ προσέβαλόν τινα καὶ κόσμον οἰκεῖον τῇ παρὰ τὸν οἶνον διαγωγῇ, μηχανησάμενοι τὸν στέφανον. 674c βέλτιον δὲ διὰ τὸ πάσας τὰς αἰσθήσεις ἐν τῇ κεφαλῇ εἶναι ταύτην στεφανοῦσθαι ἢ διὰ τὸ συμφέρειν ἐσκεπάσθαι καὶ συνδεδέσθαι τοὺς κροτάφους πρὸς τὸν οἶνον. ἐστεφανοῦντο δὲ καὶ τὸ μέτωπον, ὡς ὁ καλὸς ι Ἀνακρέων ἔφη·
δ’ ὀφρύσιν σελίνων στεφανίσκους
θέμενοι θάλειαν ἑορτὴν ἀγάγωμεν Διονύσῳ.
ἀλλ’ ἀνήτω μὲν περὶ ταῖς δέραισι
περθέτω πλεκτὰς ὑποθυμίδας τίς.
καὶ πολλαὶς ὑποθυμίδας
πλεκταὶς ἀμπ’ ἀπαλᾷ δέρᾳ.
πλεκτὰς δ’ ὑποθυμίδας περὶ στήθεσι λωτίνας ἔθεντο.
τῷ δὲ ξένῳ γε στέφανον, ἀρχαῖον στέφος· 674e
δεσμῶν ἄριστος ἐκ Προμηθέως λόγου.
σὺ δὲ στεφάνοις, ὦ Δίκα, περθέσθ’ ἐραταῖς φόβαισιν
ὅρπακας ἀνήτοιο συνερραις ἁπαλαῖσι χερσίν.
εὐανθέα γὰρ πέλεται καὶ Χάριτες μάκαιραι
μᾶλλον προτόρην, ἀστεφανώτοισι δ’ ἀπυστρέφονται.
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.
ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει.
στεφάνους ἑτοιμάζουσιν, οὓς εὐφημίας
κήρυκας εὐχαῖς προὐβάλοντο· δαιμόνων. 676f
στεφάνους τεμόντες, ἀγγέλους εὐφημίας.
καίτοι φορεῖτε γλῶσσαν ἐν ὑποδήμασι,
στεφανοῦσθ’ ὑπογλωττίσιν ὅταν πίνητέ που· 677b
κἂν καλλιερῆτε γλῶτταν ἀγαθὴν πέμπετε.
ἐκ παντὸς (γὰρ) ἄν τις πράγματος δισσῶν λόγων
ἀγῶνα θεῖτ’ ἄν, εἰ λέγειν εἴη σοφός.
τί οὖν ποιῶμεν; χλανίδ’ ἐχρῆν λευκὴν λαβεῖν·
εἶτ’ Ἰσθμιακὰ λαβόντες ὥσπερ οἱ χοροὶ
ᾄδωμεν εἰς τὸν δεσπότην ἐγκώμιον.
οὔλην ἕρπυλλον, λευκὸν κρίνον ἠδ’ ὑάκινθον
πορφυρέην γλαυκοῦ τε χελιδονίοιο πέτηλα
καὶ ῥόδον εἰαρινοῖσιν ἀνοιγόμενον ζεφύροισιν
οὔπω γὰρ φύεν ἄνθος ἐπώνυμον Ἀντινόοιο. 678a
ἕστηκ’ ἀμφὶ κόμας εὐώδεας ἀγχόθι πατρὸς
καλὸν Ἰακχαῖον θηκαμένη στέφανον.
τε πολλοὺς κρεμαμένους μελιλωτίνους.
ἀθῷος ἀποδοὺς θοἰμάτιον ἀπέρχεται,
στέφανον ἔχων τῶν ἐκκυλίστων οἴκαδε
ὁ τρίτος οὗτος δ’ ἔχει
σύκων κυλιστὸν στέφανον. ἀλλ’ ἔχαιρε καὶ
ζῶν τοῖς τοιούτοις.
ὥσπερ κυλιστὸς στέφανος αἰωρούμενος.
περιφοραῖς κυκλούμενος
ὥσπερ κυλιστὸς στέφανος.
οὔτοι γένειον ὧδε χρὴ διηλιφὲς
φοροῦντα κἀντίπαιδα καὶ γένει μέγαν
γαστρὸς καλεῖσθαι παῖδα, τοῦ πατρὸς παρόν.
ὦ μάκαρ, ἥτις ἔχουσ’ ἐνὶ δωματίῳ στρουθίον· ἀεροφόρητον
λεπτότατον περὶ σῶμα συνίλλεται
ἡδύπνοον περὶ νυμφίον εὔτριχα,
κισσὸς ὅπως Καλάμῳ περιφύεται 679c
αὐξόμενος ἔαρος ὀλολυγόνος
ἔρωτι κατατετηκώς.
Αἰγίδιον, σὺ δὲ τόνδε φορήσεις
στέφανον πολυποίκιλον ἀνθέων,
ὑγρότατον, χαριέστατον, ὦ Ζεῦ·
τί γάρ; αὐτὸν ἔχουσα φιλήσει. 679e
στεφάνους ἴσως βούλεσθε· πότερ’ ἑρπυλλίνους
ἢ μυρτίνους ἢ τῶν διηνθεμισμένων;
β. τῶν μυρτίνων βουλόμεθα τουτωνί· σὺ δὲ
τὰ γ’ ἄλλα πώλει πάντα πλὴν τῶν μυρτίνων.
φιλύρας εἶχε γάρ
ὁ παῖς ἀφύλλου στέφανον ἀμφικείμενον.
καλοῦνται δέ τινες καὶ ἑλικτοὶ στέφανοι, ὥσπερ 679f
κισσῷ τε ναρκίσσῳ τε τριέλικας κύκλῳ
στεφάνων ἑλικτῶν
ὁρμαθούς περὶ δὲ τῶν ἐν Αἰγύπτῳ αἰεὶ ἀνθούντων στεφάνων
πλέξαι στεφάνους συνθηματιαίους εἴκοσιν.
Φοῖβον, ὃς ἁγεῖται τοῖς Τυνδαρίδῃσιν ἀοιδᾶν
ἁμέτεροι τέττιγες ἐπεστέψαντο χορωνῷ.
681a καὶ τὶν εὔχομαι φέροισα
τόνδ’ ἑλιχρύσω πυλεῶνα
κἠράτω κυπαίρω.
μύρτα τε καὶ ἴα καὶ ἑλίχρυσος,
μᾶλά τε καὶ ῥόδα καί τέρεινα δάφνα.
ἑρπύλλῳ, κρόκοις, ὑακίνθοις, ἑλιχρύσου κλάδοις. .
κεφαλὴν ἀνθέμοις ἐρέπτομαι,
λειρίοις, ῥόδοις, κρίνεσιν, κοσμοσανδάλοις.
οὐκ ἐφύσων οἱ Λάκωνες ὡς ἀπόρθητοί ποτε;
νῦν δ’ ὁμηρεύουσ’ ἔχοντες πορφυροῦς κεκρυφάλους;
ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ.
χρύσιον ὅρμον ἔχων ῥαδινᾶν πετάλοισι καλχᾶν.
εἵματα μὲν χροὶ ἕστο τά οἱ Χάριτές τε καὶ Ὧραι
ποίησαν καὶ ἔβαψαν ἐν ἄνθεσιν εἰαρινοῖσιν,
οἷα φοροῦσ᾽ ὧραι, ἔν τε κρόκῳ ἔν θ’ ὑακίνθῳ
ἔν τε ἴῳ θαλέθοντι ῥόδου τ’ ἐνὶ ἄνθει καλῷ,
ἡδέι νεκταρέῳ, ἒν τ’ ἀμβροσίαις καλύκεσσιν 682f
ναρκίσσου καὶ λειρίου δἶ Ἀφροδίτη
ὥραις παντοίαις τεθυωμένα εἵματα ἕστο.
ἣ δὲ σὺν ἀμφιπόλοισι φιλομμειδὴς Ἀφροδίτη . . ,
πλεξάμεναι στεφάνους εὐώδεας ἄνθεα γαίης
ἂν κεφαλαῖσιν ἔθεντο θεαὶ λιπαροκρήδεμνοι,
νύμφαι καὶ Χάριτες, ἅμα δὲ χρυσῆ Ἀφροδίτη,
καλὸν ἀείδουσαι κατ’ ὄρος πολυπιδάκου Ἴδης. 683a
ἀλλὰ τὰ μὲν σπείροις τε καὶ ὅσσ’ ὡραῖα φυτεύοις,
ἄνθε’ Ἰαονίηθε· γένη γε μὲν ἰάσι δισσά,
ὠχρόν τε χρυσῷ τε φυὴν εἰς ὦπα προσειδές,
ἅσσα τ’ Ἰωνιάδες Νύμφαι στέφος ἁγνὸν Ἴωνι
Πισαίοις ποθέσασαι ἐνὶ κλήροισιν ὄρεξαν. ἤνυσε γὰρ χλούνηνδε μετεσσύμενος σκυλάκεσσιν, 683b Ἀλφειῷ καὶ λύθρον ἑῶν ἐπλύνατο γυίων ἑσπέριος Νύμφαισιν Ἰαονίδεσσι νυχεύσων. αὐτὰρ ἀκανθοβόλοιο ῥόδου κατατέμνεο βλάστας τάφροις τ’ ἐμπήξειας, ὅσον διπάλαιστα τελέσκων, πρῶτα μὲν ᾽ Ὠδονίηθε Μίδης ἅπερ Ἀσίδος ἀρχὴν λείπων ἐν κλήροισιν ἀνέτρεφεν Ἠμαθίοισιν, αἰὲν ἐς ἑξήκοντα πέριξ κομόωντα πετήλοις· δεύτερα Νισαίης Μεγαρηίδος, οὐδὲ Φάσηλις 683c οὐδὲ αὐτὴ Λεύκοφρυν ἀγασσαμένη ἐπιμεμφής, Ληθαίου Μάγνητος ἐφ’ ὕδασιν εὐθαλέουσα. κισσοῦ δ’ ἄλλοτε κλῶν’ εὐρυρρίζου καπέτοισιν, πολλάκι δὲ στέφος αὐτὸ κορυμβηλοῖο φυτεύσαις Θρασκίω ἢ ἀργωπὸν ἠὲ κλαδέεσσι πλανήτην βλαστοδρεπῆ δὲ χυτοῖο καεὶς μίαν ὄρσεο κόρσην, σπεῖραν ὑπὸ σπυρίδεσσι νεοπλέκτοιοι καθάπτων, ὄφρα δύο κροκόωντες ἐπιζυγέοντε κορύμβοι μέσφα συνωρίζωσιν ὑπερφιάλοιο μετώπου, χλωροῖς ἀμφοτέρωθεν ἐπηρεφέες πετάλοισιν. σπέρματι μὴν κάλυκες κεφαλήγονοι ἀντελέουσιν, ἀργήεις πετάλοισι, κρόκῳ μέσα χροιισθεῖσαι· ἃ κρίνα, λείρια δ’ ἄλλοι ἐπιφθέγγονται ἀοιδῶν, οἱ δὲ καὶ ἀμβροσίην, πολέες δέ τε χάρμ’ Ἀφροδίτης· ἤρισε γὰρ χροιῇ. τὸ δέ που ἐπὶ μέσσον ὄνειδος 683e ὅπλον βρωμήταο διεκτέλλον πεφάτισται. ἶρις δ’ ἐν ῥίζῃσιν ἀγαλλίας ἥ θ’ ὑακίνθῳ αἰαστῇ προσέοικε, χελιδονίοισι δὲ τέλλει ἄνθεσιν, ἰσοδρομεῦσα χελιδόσιν, αἵ τ’ ἀνὰ κόλπῳ φυλλάδα νηλείην ἐκχεύετον, ἀρτίγονοι δὲ εἴδοντ’ ἠμύουσαι ἀεὶ κάλυκες στομίοισιν. σὺν καὶ ἅπερ τ’ ὀξεῖα χροιῇ λυχνὶς οὐδὲ θρυαλλίς, οὐδὲ μὲν ἀνθεμίδων κενεὴ γηρύσεται ἀκμή, οὐδὲ βοάνθεμα κεῖνα τὰ τ’ αἰπύτατον κάρη ὑψοῖ, φλόξ τε θεοῦ αὐγῇσιν ἀνερχομένῃς γανάουσα. 683f ἕρπυλλον δ’ ἐφύδροισιν ἐπ’ ἀμβώνεσσι φυτεύσεις, ὄφρα κλάδοις μακροῖσιν ἐφερπύζων διάηται ἠὲ κατακρεμάησιν ἐφιμείρων ποτὰ Νυμφέων. καὶ δ’ αὐτῆς μήκωνος ἄπο πλαταγώνια βάλλοις, ἄβρωτον κώδειαν ὄφρα κνώπεσσι φυλάξῃ· φυλλάσιν ἦ γὰρ πάντα διοιγομέναισιν ἐφίζει ἑρπετά, τὴν δὲ δρόσοισιν ἐισκομένην βοτέονται 684a κώδειαν, καρποῖο μελιχροτέρου πλήθουσαν. θρίων δ’ οἰχομένων ῥέα μὲν φλόγες, ἄλλοτε ῥιπαὶ πῆξαν σάρκα τυπῇσι, τὰ δ’ οὐ βάσιν ἐστήριξαν, θρῖα δ’ οὐ λέγει τὰ τῆς συκῆς, ἀλλὰ τὰ τῆς μήκωνος
οὔτε τί παι βρώμην ποτιδέγμενα· πολλάκι δ’ ἴχνη
στιφροῖς ὠλίσθηναν ἐνιχρίμψαντε καρείοις,
ἁδρύνει δὲ βλάστα βαθεῖ’ ἐν τεύχεϊ κόπρος
684b σαμψύχου λιβάνου τε νέας κλάδασἠδ’ ὅσα κῆποι
ἀνδράσιν ἐργοπόνοις στεφάνους ἔπι πορσαίνουσιν.
ἦ γὰρ καὶ λεπταὶ πτερίδες καὶ παιδὸς ἔρωτες
λεύκῃ ἰσαιόμενοι, ἐν καὶ κρόκος εἴαρι μύων,
κύπρος τ’ ὀσμηρὸν τε σισύμβριον ὅσσα τε κοίλοις
ἄσπορα ναιομένοισι τόποις ἀνεθρέψατο λειμὼν
κάλλεα, βουφθαλμόν τε καὶ εὐῶδες Διὸς ἄνθος, 684c
χάλκας, σὺν δ’ ὑάκινθον ἰωνιάδας τε χαμηλὰς
ὀρφνοτέρας, ἃς στύξε μετ’ ἄνθεσι Φερσεφόνεια.
σὺν δὲ καὶ ὑψῆέν τε πανόσμεον ὅσσα τε τύμβοι
φάσγανα παρθενικαῖς νεοδουπέσιν ἀμφιχέονται,
αὐταί τ’ ἠιθέας ἀνεμωνίδες ἀστράπτουσαι
τηλόθεν ὀξυτέρῃσιν ἐφελκόμεναι χροιῇσιν. ʽἐν ἐνίοις δὲ γράφεται
ʼ ʼ 684d πᾶς δέ τις ἢ ἑλένειον ἢ ἀστέρα φωτίζοντα
δρέψας εἰνοδίοισι θεῶν παρακάββαλε σηκοῖς
ἢ αὐτοῖς βρετάεσσιν, ὅτε πρώτιστον ἴδωνται·
πολλάκι θέρμια καλά, τοτὲ χρυσανθὲς ἀμέργων
λείριά τε στήλαισιν ἐπιφθίνοντα καμόντων
καὶ γεραὸν πώγωνα καὶ ἐντραπέας κυκλαμίνους
σαύρην θ᾽, ἣ χθονίου πέφαται στέφος Ἡγεσιλάου.
θήσειὸν θ’ ἁπαλὸν μήλῳ ἐναλίγκιον ἄνθος,
Λευκερέης ἱερὸν περικαλλέος, ὃ ῥα μάλιστα
φίλατο.
ὦ μαλάχας μὲν ἐξερῶν, ἀναπνέων δ’ ὑάκινθον,
καὶ μελιλώτινον λαλῶν καὶ ῥόδα προσσεσηρώς·
ὦ φιλῶν μὲν ἀμάρακον, προσκινῶν δὲ σέλινα,
γελῶν δ’ ἱπποσέλινα καὶ κοσμοσάνδαλα βαίνων,
ἔγχει κἀπιβόα τρίτον παιῶν᾽, ὡς νόμος ἐστίν.
ὑπ’ ἀναδενδράδων ἁπαλὰς ἀσπαλάθους πατοῦντες 685b
ἐν λειμῶνι λωτοφόρῳ κύπειρόν τε δροσώδη
κἀνθρύσκου μαλακῶν τ’ ἴων λείμακα καὶ τριφύλλου.
λουσάμενοι δὲ πρὸ λαμπρᾶς
ἡμέρας ἐν τοῖς στεφανώμασιν, οἱ δ’ ἐν τῷ μύρῳ
λαλεῖτε περὶ σισυμβρίων κοσμοσανδάλων τε.
παντοίοις γε μὴν κεφαλὴν ἀνθέμοις ἐρέπτομαι, 685c
λειρίοις ῥόδοις κρίνεσιν κοσμοσανδάλοις ἴοις
καὶ σισυμβρίοις ἀνεμωνῶν κάλυξὶ τ’ ἠριναῖς
ἑρπύλλῳ κρόκοις ὑακίνθοις ἑλειχρύσου κλάδοις
οἰνάνθῃσιν ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ,
ἀνθρύσκου ναρκίσσου φόβῃ
τῷ τ’ ἀειφρούρῳ μελιλώτῳ κάρα πυκάζομαι·
καὶ κύτισος αὐτόματος παρὰ Μέδοντος ἔρχεται.
καὶ σὺ μὲν
τὴν δευτέραν τράπεζαν εὐτρεπῆ ποίει,
κόσμησον αὐτὴν παντοδαποῖς τραγήμασιν,
μύρον, στεφάνους, λιβανωτόν, αὐλητρίδα λαβέ.
κατὰ χειρὸς δ᾽
ἤλυθ’ ὕδωρ· ἁπαλὸς παιδίσκος ἐν ἀργυρέᾳ φέρων
προχόῳ ἐπέχευεν.
εἶτ’ ἔφερεν στέφανον λεπτᾶς ἀπὸ μυρτίδος εὐγνήτων
κλάδων δισύναπτον. 685e
ὡς γὰρ εἰσῆλθε τὰ γερόντια τότ’ εἰς δόμους,
εὐθὺς ἀνεκλίνετο· παρῆν στέφανος ἐν τάχει,
ᾔρετο τράπεζα, παρέκειθ’ ἅμα τετριμμένη
μᾶζα χαριτοβλέφαρος.
καταλαμβάνομεν τὸν πορνοβοσκὸν καὶ δύο
ἑτέρους 685f κατὰ χειρὸς ἀρτίως εἰληφότας
καὶ στέφανον. β. εἶεν καλὸς ὁ καιρός, Χαιρεφῶν.
φορεῖτε, μασσέτω τις, ἐγχείτω βαθὺν
κρατῆρ᾽, ὅδ’ ἁνὴρ οὐ πρὶν ἂν φάγῃ καλῶς
ὅμοια καὶ βοῦς ἐργάτης ἐργάζεται.
σύνδειπνος ἢ ᾽ πίκωμος ἢ μαζαγρέτας,
Ἅιδου τραπεζεύς, ἀκρατέα νηδὺν ἔχων.
στεφάνων τε τούτων τῶν χύδην πεπλεγμένων.
στεφάνους ἐνεγκεῖν δεῦρο τῶν χρηστῶν δύο 686c
καὶ δᾷδα χρηστὴν ἡμμένην χρηστῷ πυρί.
περιενεγκόντων δὲ τῶν παίδων ἐν ἀλαβάστοις
ἐγὼ δὲ φίλημμ’ ἁβροσύναν,
τοῦτο, καί μοι τὸ λαμπρὸν ἔρος τὠελίω καὶ τὸ καλὸν λέλογχε·
ἁβροδίαιτος ἀνήρ ἀρετήν τε σέβων τάδ’ ἔγραψεν
Παρράσιος.
ὑγιείας μέρος
μέγιστον ὀσμὰς ἐγκεφάλῳ χρηστὰς ποιεῖν.
δὲ χευάτω μύρον ἁδὺ καττῶ
στήθεος ἄμμι. 687e
τί μὴν πέτεαι
συρίγγων κοιλώτερα
στήθεα χρισάμενος μύρῳ;
στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ.
κραδίη δὲ οἱ ἔνδον ὑλάκτει.
Ἕκτορι δ’ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσε.
αἰνῶς γὰρ Δαναῶν πέρι δείδια, οὐδέ μοι ἦτορ
ἔμπεδον, ἀλλ’ ἀλαλύκτημαι· κραδίη δέ μοι ἔξω
στηθέων ἐκθρώσκει, τρομέει δ’ ὕπο φαίδιμα γυῖα.
θυμῷ δ’ οὔ τις φαιδρὰ χορεύει
τάρβους θυγάτηρ.
ὦ πονηρὰ καρδία,
ἐπιχαιρέκακον ὡς εἶ μόνον τοῦ σώματος·
ὀρχῇ γὰρ εὐθὺς ἂν μ’ ἴδῃς δεδοικότα.
οὐκ ἂν μύροισι γραῦς ἐοῦσ’ ἠλείφετο.
ἐσμυρισμένας κόμας
καὶ στῆθος, ὡς ἂν καὶ γέρων ἠράσσατο.
ῥοδόεντι δ’ ἔχριεν ἐλαίῳ.
ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος
λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ χρόα λευκὸν
688e ἀμβροσίῃ ἑδανῷ τό, τό ῥά οἱ τεθυωμένον ἦεν
τοῦ καὶ κινυμένοιο Διὸς ποτὶ χαλκοβατὲς δῶ
ἒμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ’ ἀυτμή.
ἰσάργυρόν τ’ εἰς χεῖρα Κυπρίου λίθου
δώσουσι κόσμον χριμάτων τ’ Αἰγυπτίων.
λοῦται δ’ ἀληθῶς; ἀλλὰ τί;
β. ἐκ χρυσοκολλήτου γε κάλπιδος μύρῳ
Αἰγυπτίῳ μὲν τοὺς πόδας καὶ τὰ σκέλη,
φοινικίνῳ δὲ τὰς γνάθους καὶ τιτθία, 689f
σισυμβρίνῳ δὲ τὸν ἕτερον βραχίονα,
ἀμαρακίνῳ δὲ τὰς ὀφρῦς καὶ τὴν κόμην,
ἑρπυλλίνῳ δὲ τὸ γόνυ καὶ τὸν αὐχένα. . , ,
ἔπειτ’ ἀλείφεσθαι πρίω τὸ σῶμά μοι
μύρον ἴρινον καὶ ῥόδινον, ἄγε μοι, Ξανθία·
καὶ τοῖς ποσὶν χωρὶς πρίω μοι βάκκαριν.
β. ὦ λακκόπρωκτε, βάκκαριν τοῖς σοῖς ποσὶν
ἐγὼ πρίωμαι; λαικάσομἄρα βάκκαριν;
μύρον τε παρὰ Πέρωνος, οὗπερ ἀπέδοτο 690a
ἐχθὲς Μελανώπῳ, πολυτελοῦς Αἰγυπτίου,
ᾧ νῦν ἀλείφει τοὺς πόδας Καλλιστράτου.
παρὰ τῷ μυροπώλῃ γευόμενον κατελίμπανον
αὐτὸν Πέρωνι τῶν μύρων μέλλει δέ σοι συνθεὶς φέρειν
τὰ κινναμώμινα ταῦτα καὶ τὰ νάρδινα.
βακκάρι δὲ τὰς ῥῖνας
ἤλειφον ἐστὶ δ’ οἷά περ κρόκος.
βακκάρει χρισθέντα καὶ ψυκτηρίοις
πτεροῖς ἀναστήσαντα προσθίαν τρίχα·
βακκάρις δὲ καὶ μύρα
καὶ Σαρδιανὸν κόσμον εἰδέναι χροὸς
ἄμεινον ἢ τὸν Πέλοπος ἐν νήσῳ τρόπον.
λούσαντα χρὴ καὶ βακκάριδι κεχριμένον
κἄγωγε τὰς σὰς βακκάρεις τε καὶ μύρα.
κἠλειφόμην μύροισι καὶ θυώμασι
καὶ βακκάρι.
ὦ Ζεῦ πολυτίμηθ᾽, οἷον ἐνέπνευσ’ ὁ μιαρὸς
φάσκωλος εὐθὺς λυόμενός μοι τοῦ μύρου
καὶ βακκάριδος.
ἔστην δὲ κἀκέλευον,
βρένθειον, ἵνα τοῖς εἰσιοῦσιν ἐγχέῃ.
γλυκύτατον δ’ ὦζε βασιλείου μύρου. 690e
βρενθείω βασιληίῳ.
φέρ’ ἴδω, τί σοι δῶ τῶν μύρων; ψάγδαν φιλεῖς;
ψάγδαν ἐρυγγάνοντα,
Αἰγυπτίῳ ψάγδανι τρὶς λελουμένη.
λέγ’ ὅτι φέρεις αὐτῇ μύρον
τοιοῦτον οἷον οὐ Μέγαλλος πώποτε
ἥψησεν οὐδὲ Δεινίας ᾄγύπτιος
οὔτ’ εἶδεν οὔτ’ ἐκτήσατο. 691a
ἐρίοισι τοὺς τοίχους κύκλῳ Μιλησίοις,
ἔπειτ’ ἀλείφειν τῷ μεγαλλείῳ ὁ μύρῳ
καὶ τὴν βασιλικὴν θυμιᾶτε μίνδακα.
β. ἀκήκοας σύ, δέσποτ᾽, ἤδη πώποτε
τὸ θυμίαμα τοῦτο;
ἀλλ’ οἷα νύμφη βασιλὶς ὠνομασμένη
μύροις μεγαλλείοις τὸ σῶμ’ ἀλείφεται.
ἡδὺ τὸ μύρον, παιδάριον. β. ἡδύ; πῶς γὰρ οὔ;
νάρδινον.
μυρίσασά συγκατέκλεισεν ἀνθ’ αὑτῆς λάθρᾳ.
ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν. 691c
βάκκαρίς τε καὶ σάγδας ὁμοῦ.
στακτὴ δυοῖν μναῖν οὐκ ἀρέσκει μ’ οὐδαμῶς.
ἀεὶ φιλόμυρον πᾶν τὸ Σάρδεων γένος,
οὐ γὰρ ἐμυρίζετ’ ἐξ ἀλαβάστου, πρᾶγμά τι
γινόμενον ἀεί, κρονικόν, ἀλλὰ τέτταρας
περιστερὰς ἀφῆκεν ἀποβεβαμμένας
εἰς οὐχὶ ταὐτόν, μὰ Δία, τὴν αὐτὴν μύρον,
ἰδίᾳ ὁ δ’ ἑκάστην. πετόμεναι δ’ αὗται κύκλῳ
ἔρραινον ἡμῶν θαἰμάτια καὶ στρώματα. 691f
μή μοι φθονήσητ᾽, ἄνδρες Ἑλλήνων ἄκροι·
ἠλειφόμην ὑόμενος ἰρίνῳ μύρῳ.
Ἁρμόδιος ἐπεκαλεῖτο, παιὰν ᾔδετο,
μεγάλην Διὸς Σωτῆρος ἄκατον ἦρέ τις.
ἀλλ’ ἔγχεον
693a αὐτῷ Διός γε τήνδε Σωτῆρος, θεῶν
θνητοῖς ἁπάντων χρησιμωτάτου πολύ.
β. ὁ Ζεὺς ὁ σωτήρ, ἂν ἐγὼ διαρραγῶ,
οὐδὲν μ’ ὀνήσει. α. πῖθι θαρρῶν.
κἀγώ, φιλτάτη
μετανιπτρίδ’ αὐτῷ τῆς Ὑγιείας ἔγχεον.
β. λαβὲ τῆς Ὑγιείας δὴ σύ. α. φέρε, τύχάγαθῇ. τύχη τὰ θνητῶν πράγμαθ᾽, ἡ πρόνοια δὲ
τυφλόν τι κἀσύντακτόν ἐστιν, ὦ πάτερ. 693b
ἄλλ’ ἐγχέασα θᾶττον Ἀγαθοῦ Δαίμονος
ἀπενεγκάτω μοι τὴν τράπεζαν ἐκποδών.
ἱκανῶς κεχόρτασμαι γάρ. ἀγαθοῦ Δαίμονος
δέχομαι, λαβοῦσ’ ἀπένεγκε ταύτην ἐκποδών
ὡς ὑπό τι νυστάζειν γε καὐτὸς ἄρχομαι. 693c
β. ἡ τἀγαθοῦ γὰρ Δαίμονος συνέσεισέ με
ἄκρατος ἐκποθεῖσα φιάλη παντελῶς.
α. ἡ τοῦ δὲ Σωτῆρος Διὸς τάχιστά γε
ἀπώλεσε ναύτην καὶ κατεπόντωσὲν μ᾽, ὁρᾷς.
ἐκπεπήδηκας πρὶν Ἀγαθοῦ πρῶτα Δαίμονος λαβεῖν,
πρὶν Διὸς σωτῆρος.
ᾆσον δή μοι σκόλιόν τι λαβὼν Ἀλκαίου κἀνακρέοντος.
Παλλὰς Τριτογένει᾽, ἄνασσ’ Ἀθηνᾶ,
ὄρθου τήνδε πόλιν τε καὶ πολίτας,
ἄτερ ἀλγέων καὶ στάσεων
καὶ θανάτων ἀώρων σύ τε καὶ πατήρ.
πλούτου μητέρ’ Ὀλυμπίαν ἀείδω
Δήμητρα στεφανηφόροις ἐν ὥραις,
σέ τε, παῖ Διός, Φερσεφόνη ·
χαίρετον, εὖ δὲ τάνδ’ ἀμφέπετον πόλιν.
694d ἐν Δήλῳ ποτ’ ἔτικτε παῖδα Λατώ,
Φοῖβον χρυσοκόμαν, ἄνακτ’ Ἀπόλλω,
ἐλαφηβόλον τ’ ἀγροτέραν
Ἄρτεμιν, ἃ γυναικῶν μέγ’ ἔχει κράτος.
ὦ Πάν, Ἀρκαδίας μέδων κλεεννᾶς,
ὀρχηστὰ Βρομίαις ὀπαδὲ Νύμφαις,
γελάσειας, ὦ Πάν, ἐπ’ ἐμαῖς
εὔφροσι ταῖσδ’ ἀοιδαῖς κεχαρημένος.
ἐνικήσαμεν ὡς ἐβουλόμεσθα,
καὶ νίκην ἔδοσαν θεοὶ φέροντες
παρὰ Πανδρόσου ʽὡς φίλην Ἀθηνᾶν. ʼ ὁ
εἶθ’ ἐξῆν ὁποῖός τις ἦν ἕκαστος 694e
τὸ στῆθος διελόντ᾽, ἔπειτα τὸν νοῦν
ἐσιδόντα, κλείσαντα πάλιν,
ἄνδρα φίλον νομίζειν ἀδόλῳ φρενί.
ὑγιαίνειν μὲν ἄριστον ἀνδρὶ θνητῷ,
δεύτερον δὲ καλὸν φυὰν γενέσθαι,
τὸ τρίτον δὲ πλουτεῖν ἀδόλως,
καὶ τὸ τέταρτον ἡβᾶν μετὰ τῶν φίλων. ἀισθέντος δὲ τούτου καὶ πάντων ἡσθέντων ἐπ’ αὐτῷ καὶ μνημονευσάντων ὅτι καὶ ὁ καλὸς Πλάτων αὐτοῦ μέμνηται ὡς ἄριστα εἰρημένου, ὁ Μυρτίλος ἔφη Ἀναξανδρίδην αὐτὸ διακεχλευακέναι τὸν κωμῳδιοποιὸν ἐν Θησαυρῷ λέγοντα οὕτως· 694f ὁ τὸ σκόλιον εὑρὼν ἐκεῖνος, ὅστις ἦν,
τὸ μὲν ὑγιαίνειν πρῶτον ὡς ἄριστον ὂν
ὠνόμασεν ὀρθῶς· δεύτερον δ’ εἶναι καλόν,
τρίτον δὲ πλουτεῖν, τοῦθ᾽, ὁρᾷς, ἐμαίνετο·
μετὰ τὴν ὑγίειαν γὰρ τὸ πλουτεῖν διαφέρει
καλὸς δὲ πεινῶν ἐστιν αἰσχρὸν θηρίον. 695a ἑξῆς δ’ ἐλέχθη καὶ τάδε·
ἐκ γῆς χρὴ κατίδην πλόον,
εἴ τις δύναιτο καὶ παλάμην ἔχοι.
ἐπεὶ δὲ κ’ ἐν πόντῳ γένηται,
τῷ παρεόντι τρέχειν ἀνάγκη.
ὁ δὲ καρκίνος ὧδ’ ἔφη,
χαλᾷ τὸν ὄφιν λαβών
εὐθὺν χρὴ τὸν ἑταῖρον ἔμμεν
καὶ μὴ σκολιὰ φρονεῖν.
ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω,
ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων,
ὅτε τὸν τύραννον κτανέτην
695b ἰσονόμους τ’ ᾽ Ἀθήνας ἐποιησάτην.
νήσοις δ’ ἐν μακάρων σέ φασιν εἶναι,
ἵνα περ ποδώκης Ἀχιλεύς,
Τυδείδην τέ φασι τὸν ἐσθλὸν Διομήδεα. ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω,
ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων,
ὅτ’ Ἀθηναίης ἐν θυσίαις
ἄνδρα τύραννον Ἵππαρχον ἐκαινέτην.
ιγ᾽ αἰεὶ σφῷν κλέος ἔσσεται κατ’ αἶαν,
φίλταθ’ Ἁρμόδιος καὶ ι Ἀριστογείτων·
ὅτι τὸν τύραννον κτανέτην
ἰσονόμους τ’ Ἀθήνας ἐποιησάτην.
ιδ# 695c Ἀδμήτου λόγον, ὦ ἑταῖρε, μαθὼν τοὺς ἀγαθοὺς φίλει, τῶν δειλῶν δ’ ἀπέχου, γνοὺς ὅτι δειλοῖς ὀλίγη χάρις.
ιε# παῖ Τελαμῶνος, Αἶαν αἰχμητά, λέγουσί σε
ἐς Τροίαν ἄριστον ἐλθεῖν Δαναῶν μετ’ Ἀχιλλέα.
ισ᾽
τὸν Τελαμῶνα πρῶτον, Αἴαντα δὲ δεύτερον
ἐς Τροίαν λέγουσιν ἐλθεῖν Δαναῶν μετ’ Ἀχιλλέα.
ιζ᾽ εἴθε λύρα καλὰ γενοίμαν ἐλεφαντίνα,
καί με καλοὶ παῖδες φέροιεν Διονύσιον ἐς χορόν.
ιη# εἴθ’ ἄπυρον καλὸν γενοίμην μέγα χρυσίον 695d
καί με καλὴ γυνὴ φοροίη καθαρὸν θεμένη νόον.
σύν μοι μαινομένῳ μαίνεο, σὺν σώφρονι σωφρόνει.
κ# ὑπὸ παντὶ λίθῳ σκορπίος, ὦ ἑταῖρ᾽, ὑποδύεται.
φράζευ μή σε βάλῃ· τῷ δ’ ἀφανεῖ πᾶς ἕπεται δόλος.
κα# ὗς τὰν βάλανον τὰν μὲν ἔχει, τὰν δ’ ἔραται λαβεῖν 695e
κἀγὼ παῖδα καλὴν τὴν μὲν ἔχω, τὴν δ’ ἔραμαι λαβεῖν.
κβ# πόρνη καὶ βαλανεὺς τωὐτὸν ἔχουσ’ ἐμπεδέως ἔθος·
ἐν ταὐτᾷ πυέλῳ τὸν τ’ ἀγαθὸν τόν τε κακὸν λόει.
κγ# ἔγχει καὶ Κήδωνι, διάκονε, μηδ’ ἐπιλήθου,
εἰ χρὴ τοῖς ἀγαθοῖς ἀνδράσιν οἰνοχοεῖν.
κδ# αἰαῖ Λειψύδριον προδωσέταιρον,
οἵους ἄνδρας ἀπώλεσας, μάχεσθαι
ἀγαθούς τε καὶ εὐπατρίδας,
οἳ τότ’ ἔδειξαν οἵων πατέρων κύρησαν.
κε# 695f ὅστις ἄνδρα φίλον μὴ προδίδωσιν, μεγάλαν ἔχει
τιμὰν ἔν τε βροτοῖς ἔν τε θεοῖσιν κατ’ ἐμὸν νόον.
ἔστι μοι πλοῦτος μέγας δόρυ καὶ ξίφος
καὶ τὸ καλὸν λαισήιον, πρόβλημα χρωτός. 696a
τούτῳ γὰρ ἀρῶ, τούτῳ θερίζω,
τούτῳ πατέω τὸν ἁδὺν οἶνον ἀπ᾽· ἀμπέλω,
τούτῳ δεσπότας μνοίας κέκλημαι.
τοὶ δὲ μὴ τολμῶντ’ ἔχειν δόρυ καὶ ξίφος
καὶ τὸ καλὸν λαισήιον, πρόβλημα χρωτός,
πάντες γόνυ πεπτηῶτες ἐμὸν κυνέοντι, δεσπόταν
καὶ μέγαν βασιλῆα φωνέοντες.
ἀρετὰ πολύμοχθε γένει βροτείῳ,
θήραμα κάλλιστον βίῳ,
σᾶς πέρι, παρθένε, μορφᾶς
696c καὶ θανεῖν ζηλωτὸς ἐν Ἑλλάδι πότμος
καὶ πόνους τλῆναι μαλεροὺς ἀκάμαντας,
τοῖον ἐπὶ φρένα βάλλεις
καρπὸν ἰσαθάνατον χρυσοῦ τε κρείσσω
καὶ γονέων μαλακαυγήτοιὸ θ’ ὕπνου
σεῦ δ’ ἕνεχ’ οἱ Διὸς Ἡρακλέης Λήδας τε κοῦροι
πόλλ’ ἀνέτλασαν ἔργοις σὰν ἀγρεύοντες δύναμιν. 696d
σοῖς δὲ πόθοις Ἀχιλεὺς Αἴας τ’ Ἀίδα δόμον ἦλθον.
σᾶς δ’ ἕνεκεν φιλίου μορφᾶς καὶ Ἀταρνέος ἔντροφος
ἠελίου χήρωσεν αὐγάς.
τοιγὰρ ἀοίδιμον ἔργοις ἀθάνατὸν τέ μιν αὐξήσουσι
Μοῦσαι,
Μνημοσύνης θύγατρες, Διὸς ξενίου σέβας αὔξουσαι
φιλίας τε γέρας βεβαίου.
τί μ’ ἀνέμνασας κείνων κυκλικῶν;
ὦ τί πάσχεις; μὴ προδῷς ἄμμ᾽, ἱκετεύω. 697c
πρὶν μολεῖν καὶ κεῖνον, ἀνστῶ, μὴ κακὸν
σὲ μέγα ποιήσῃ κἀμὲ τήνδε δειλάκραν,
ἁμέρα καὶ δή, τὸ φῶς διὰ τᾶς θυρίδος οὐκ εἰσορῇς;
κἀγὼ παιδοφιλήσω πολύ μοι κάλλιον ἢ γαμεῖν· 697e
παῖς μὲν γὰρ παρεὼν κἠν πολέμῳ μᾶλλον ἐπωφελεῖ,
οἱ μὲν γὰρ δὴ πάντες ὅσοι πάρος ἦσαν ἄριστοι,
Εὔβοιός τε καὶ Ἑρμογένης δῖοί τε Φίλιπποι,
οἱ μὲν δὴ τεθνᾶσι καὶ εἰν Ἀίδαο δόμοισιν. 698a
ἔστι δέ τις Κλεόνικος, ὃν ἀθάνατον λάχε γῆρας,
οὔτε ποιητάων ἀδαήμων οὔτε θεάτρων,
ᾧ καὶ τεθνειῶτι λαλεῖν πόρε Φερσεφόνεια`
Μοῦσά μοι Εὐρυμεδοντιάδεω τὴν ποντοχάρυβδιν,
τὴν ἐγγαστριμάχαιραν, ὃς ἐσθίει οὐ κατὰ κόσμον,
ἔννεφ᾽, ὅπως ψηφῖδι κακὸς κακὸν οἶτον ὄληται
βουλῇ δημοσίῃ παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο.
ἐς δὲ Θάσον μ’ ἐλθόντα μετεωρίζοντες ἔβαλλον
πολλοῖσι σπελέθοισι, καὶ ὧδέ τις εἶπε παραστάς·
καλὴν ἐς κρηπῖδα ποσὶν τοιοῖσδ’ ἀναβῆναι;’
τοῖσι δ’ ἐγὼ πᾶσιν μικρὸν μετὰ τοῦτ’ ἔπος εἶπον
μ’ ἀνέπεισε γέροντα καὶ οὐκ ἐθέλοντ’ ἀναβῆναι
καὶ σπάνις, ἣ πολλοὺς Θασίων εἰς· ὁλκάδα βάλλει 698e
εὐκούρων βδελυρῶν, ὀλλύντων τ’ ὀλλυμένων τε
ἀνδρῶν, οἳ νῦν κεῖθι κακῶς κακὰ ῥαψῳδοῦσιν
οἷς καὶ ἐγὼ σίτοιο μέγα χρῄζων ἐπίθησα.
αὖθις δ’ οὐκ ἐπὶ κέρδος ἀπείσομαι, εἰς Θασίους
δὲ μηδένα πημαίνων κλυτὸν ἄργυρον ἐγγυαλίξω,
μὴ τίς μοι κατὰ οἶκον Ἀχαιϊάδων νεμεσήσῃ, 698f
πεσσομένης ἀλόχου τὸν ἀχάϊνον ἄρτον ἀεικῶς
καί ποτέ τις εἴπῃ σμικρὸν τυροῦντ’ ἐσιδοῦσα,
ὦ φίλη, ὡνὴρ μὲν παρ’ Ἀθηναίοισιν ἀείσας
πεντήκοντ’ ἔλαβε δραχμάς, σὺ δὲ μικρὸν ἐπέψω.,
ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη,
χρυσῆν ῥάβδον ἔχουσα, καὶ ἤλασεν εἶπέ τε φωνῇ· 699a
καὶ τότε δὴ θάρσησα καὶ ἤειδον πολὺ μᾶλλον.
πεποίηκε δὲ παρῳδίας καὶ Ἕρμιππος ὁ τῆς ἀρχαίας
βάλλον δ’ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
μήτε σὺ τόνδ’ ἀγαθός περ ἐὼν ἀποαίρεο, κουρεῦ,
μήτε σύ, Πηλείδη.
699c ὡς Ἀγαθοκλεῖος λάσιαι φρένες ἤλασαν ἔξω
πατρίδος, ἀρχαίων ἦν ὅδ’ ἀνὴρ προγόνων,
εἰδὼς ἐκ νεότητος ἀεὶ ξείνοισιν ὁμιλεῖν
ξεῖνος, Μιμνέρμου δ’ εἰς ἔπος ἄκρον ἰὼν
παιδομανεῖ σὺν ἔρωτι πότην ἶσον. ἔγραφε δ᾽ ὡνὴρ
εὖ παρ’ Ὁμηρείην ἀγλαίην ἐπέων
πισσύγγους ἢ φῶρας ἀναιδέας ἤ τινα χλούνην,
φλύοντ’ ἀνθηρῇ σὺν κακοδαιμονίῃ.
τῷ ῥα Συρηκοσίοις καὶ ἔχον χάριν, ὃς δὲ Βοιωτοῦ
ἔκλυεν, Εὐβοίῳ τέρψεται οὐδ’ ὀλίγον.
πίσσα δὲ ἀπὸ γραβίων ἔσταζεν,
καὶ διαστίλβονθ’ ὁρῶμεν
ὥσπερ, ἐν καινῷ λυχνούχῳ,
πάντα τῆς ἐξωμίδος,
καὶ πῶς ὑπερβὰς τὸν λυχνοῦχον οἴχεται
κἄλαθέ σε;
ἀλλ’ ὥσπερ λύχνος
ὁμοιότατα κάθευδ’ ἐπὶ τοῦ λυχνιδίου.
ἕξουσιν οἱ πομπεῖς λυχνούχους δηλαδή.
ἄνυσὸν ποτ’ ἐξελθών, σκότος γὰρ γίγνεται,
καὶ τὸν λυχνοῦχον ἔκφερ’ ἐνθεὶς τὸν λύχνον.
ὥστ’ ἐξελὼν ἐκ τοῦ λυχνούχου τὸν λύχνον
μικροῦ κατακαύσας ἔλαθ’ ἑαυτόν, ὑπὸ μάλης
τῇ γαστρὶ μᾶλλον τοῦ δέοντος προσαγαγών.
ἡγοῦ μὲν ἢν δὲ . υ?κνον εἰς τὸ πρόσθ’ ἰδὼν
ατο ϋμένιδι ς,
λυχνούχῳ κο
λαβὲ τριόδοντα καὶ λυχνοῦχον,
ἐγὼ δὲ δεξιᾷ γε τόνδ’ ἔχω τινά,
σιδηρότευκτον ἐναλίων θηρῶν βέλος,
κερατίνου τε φωσφόρου λύχνου σέλας,
ὁ πρῶτος εὑρὼν μετὰ λυχνούχου περιπατεῖν
τῆς νυκτὸς ἦν τις κηδεμὼν τῶν δακτύλων.
ἐν δὲ Θεοφορήτῳ ὁ αὐτὸς Ἄλεξις·
οἶμαὶ γ’ ἐπιτιμᾶν τῶν ἀπαντώντων τινὰς
ἡμῖν ὅτι τηνικαῦτα μεθύων περιπατῶ,
ποῖος γάρ ἐστιν φανός, ὦ πρὸς τῶν θεῶν,
τοιοῦτος οἷος ὁ γλυκύτατος ἥλιος;
οὔκουν λαβὼν τὸν φανὸν ἅψεις μοι λύχνον; 700b
ὁ φανός ἐστι μεστὸς ὕδατος οὑτοσί·
δεῖ τ’ οὐχὶ σείειν, ἀλλ’ ἀποσείειν αὐτόθεν
ὁ κάπηλος γὰρ οὑκ τῶν γειτόνων
ἄν τ’ οἶνον ἄν τε φανὸν ἀποδῶταί τινι
ἂν τ’ ὄξος, ἀπέπεμψ’ ὁ κατάρατος δοὺς ὕδωρ.
ὁ φανὸς ἡμῖν οὐκ ἔφαινεν οὐδὲ ἕν.
β. ἔπειτα φυσᾶν δυστυχὴς οὐκ ἠδύνω;
τίς τῶν λυχνείων ἡ ᾽ ργασία; β. Τυρρηνική.
τῶν δ’ ἀκοντίων
συνδοῦντες ὀρθὰ τρία λυχνείῳ χρώμεθα.
ἅψαντες λύχνον
λυχνεῖον ἐζητοῦμεν.
τῇδ’ ἐξιόντι δεξιᾷ, ὦ λυχνίδιον. 700e
οἶσ’ εἰσιὼν
πανόν, λύχνον, λυχνοῦχον, ὅ τι πάρεστι φῶς
μόνον πολὺ ποίει.
ἀλλ’ ὁ πανὸς ὕδατός ἐστι μεστός.
Compendium in CE
ξυλολύχνου δὲ μέμνηται Ἄλεξις· καὶ τάχα τούτῳ ὅμοιόν ἐστι τὸ παρὰ Θεοπόμπῳ ὀβελισκολύχνιον. Φιλύλλιος δὲ τὰς λαμπάδας δᾷδας καλεῖ. οὐ παλαιὸν δ’ εὕρημα λύχνος· φλογὶ δ’ οἱ παλαιοὶ τῆς τε δᾳδὸς καὶ τῶν ἄλλων ξύλων ἐχρῶντο.οὐρὰν ὑπίλας ὑπὸ λεοντόπουν βάσιν,
τοῦ συμποσίου δε̣ | 〈λιβ〉α〈ν〉ωτοῦ θυμίαςνι̣ πο̣ι̣ |〈ήσας〉 — — — δὴ |
— — — — — ηιθυτ̣αυ̇ | — — — — — — τὰ τὸν | — — — — — α̣ν. τὴν ε̣νο̣ρ̣ οι | ὸ καὶ τόδε ε | ε̣ τοῦ θ υμιατηρίου | κ̣αὶ̣ ἐ . τοῦ λἰβανωτοῦ, | τοῖς θεοῖς πᾶσι καὶ πάσαις | εὐξ̣άμενος, ἐπισπείσας | τοῦ οἴνου καὶ δοὺς κατὰ | τὸ νόμιμον τὸ ἐπιχώριον τὸ | λοιπὸν τοῦ ἀκράτου τῷ | διδόντι ἐκπιεῖν παιδὶ | τὸν εἰς τὴν Ὑγίειαν 702a παι|ᾶνα ᾄσας τὸν ποιηθέν|τα ὑπὸ Ἀρίφρονος τοῦ Σι|κυωνίου τόνδε·
Ὑγέεια, πρεσβίστα μακάρων, μετὰ σοῦ ναίοιμι τὸ
λειπόμενον βιοτᾶς, σὺ δέ μοι πρόφρων σύνοικος
εἴης· εἰ γάρ τις ἢ πλούτου χάρις ἢ τεκέων
ἢ τᾶς ἰσοδαίμονος ἀνθρώποις βασιληίδος ἀρχᾶς ἢ πόθων, 702b
οὓς κρυφίοις Ἀφροδίτας ἄρκυσιν θηρεύομεν,
ἢ εἴ τις ἄλλα θεόθεν ἀνθρώποισι τέρψις ἢ πόνων
ἀμπνοὰ πέφανται,
μετὰ σεῖο, μάκαιρ’ Ὑγίεια,
τέθαλε πάντα καὶ λάμπει Χαρίτων ὀάροις
σέθεν δὲ χωρὶς οὔτις εὐδαίμων ἔφυ.
κρεανομοῦμαι καὶ τὸν ἐκ Τυρρηνίας
οἶνον σὺν ὀκτὼ λαμβάνειν ἐπίσταμαι.
τί κάλλιον ἀρχομένοισιν
ἢ καταπαυομένοις ἢ τὸ ποθεινότατον;
Deipnosophistae. Athenaeus. ed. Charles Burton Gulick. Medford, MA. 2010.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Google Digital Humanities Awards Program.