τρὶς δὲ ἀπομαξαμένοισι θεοὶ διδόασιν ἄμεινον, 2b
ἀεὶ δὲ πρὸς Μούσαισι καὶ λόγοις πάρει ,
ὅπου τι σοφίας ἔργον ἐξετάζεται.
ἀγλαίζεται δὲ καὶ
μουσικᾶς ἐν ἀώτῳ
οἷα παίζομεν φίλαν
ἄνδρες ἀμφὶ θαμὰ τράπεζαν, 3c
ἔστιν θεωρεῖν Νικοφῶν, τὴν τοῦ φίλου εὔνοιαν
εὐθὺς εἰσιόντα τὰς θύρας.
ὁ θυρωρὸς ἱλαρὸς πρῶτόν ἐστιν, ἡ κύων
ἔσηνε καὶ προσῆλθ᾽ , ὑπαντήσας δέ τις 3d
δίφρον εὐθέως ἔθηκε, κἂν μηδεὶς λέγῃ
μηδέν.
τοῦ γάρ τις ἄλλου πρὸς θεῶν ἂν οὕνεκα
εὔξαιτο πλουτεῖν εὐπορεῖν τε χρημάτων τοῦ
δύνασθαι παραβοηθεῖν τοῖς φίλοις
σπείρειν τε καρπὸν Χάριτος, ἡδίστης θεῶν τοῦ μὲν πιεῖν γὰρ καὶ φαγεῖν τὰς ἡδονὰς
ἔχομεν ὁμοίας· οὐδὲ τοῖς λαμπροῖσι
γὰρ δείπνοις τὸ πεινῆν παύεται,
ὁ τρεχέδειπνος, φησί, σοφιστής . Κλέαρχός φησι Χάρμον τὸν Συρακούσιον εὐτρεπίσθαι στιχίδια καὶ παροιμίας εἰς ἕκαστον τῶν ἐν τοῖς δείπνοις παρατιθεμένων εἰς μὲν τὸν ἰχθὺν
ἥκω λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος, εἰς δὲ τοὺς κήρυκας·
χαίρετε, κήρυκες, Διὸς ἄγγελοι εἰς δὲ τὴν χορδὴν
ἑλικτὰ κοὐδὲν ὑγιές,
σοφή, σοφὴ σύ, εἰς δὲ τὸ ἐν τοῖς ἑψητοῖς ὡραῖον
οὐκ ἀπ’ ἐμοῦ σκεδάσεις ὄχλον;
οὐ προκαλυπτομένα βοστρυχώδεα.
ἱστορίης ἐπίδειγμα ποιούμενος, Ἑλλάδι πάσῃ φησί·
πρὸς δὲ μιᾷ πάντας δειπνεῖν ἁβρόδαιτι τραπέζῃ.
ἔστωσαν δὲ ἢ τρεῖς ἢ τέσσαρες οἱ ξυνάπαντες ἢ
τῶν πέντε γε μὴ πλείους· ἤδη γὰρ ἂν εἴη μισθοφόρων
ἁρπαξιβίων σκηνὴ στρατιωτῶν.
οὗτοι δὲ πρὸς τὰ δεῖπνα τῶν ἐν τῇ πόλει ἀφορῶσιν
ἀεὶ καὶ πέτονται δεξιῶς ἐπὶ ταῦτ’ ἄκλητοι,
οὓς ἔδει 5a
τὸν δῆμον ἐκ κοινοῦ τρέφειν, ἀεί θ’ ὅπερ
Ὀλυμπίασί φασι ταῖς μυίαις ποιεῖν,
βοῦν τοῖς ἀκλήτοις προκατακόπτειν πανταχοῦ.
τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι,
α. ἐγὼ δ’ ἐνθάδ’ ἐν τῇ ἐρημίᾳ
τουτὶ διελθεῖν βούλομαι τὸ βιβλίον πρὸς
ἐμαυτόν. β. ἐστὶ δ᾽, ἀντιβολῶ σε, τοῦτο τί;
α. Φιλοξένου καινή τις ὀψαρτυσία.
β. ἐπίδειξον αὐτὴν ἥτις ἔστ᾽. α. ἄκουε δή.
ἄρξομαι ἐκ βολβοῖο, τελευτήσω δ’ ἐπὶ θύννον.
β. ἐπὶ θύννον;
οὐκοῦν τῆς τελευτῆς πολὺ 5c
κράτιστον ἐνταυθὶ τετάχθαι τάξεως.
α. βολβοὺς μὲν σποδιᾷ δαμάσας καταχύσματι δεύσας ὡς
πλείστους διάτρωγε· τὸ γὰρ δέμας ἀνέρος ὀρθοῖ. καὶ τάδε μὲν δὴ ταῦτα· θαλάσσης δ’ ἐς τέκν’ ἄνειμι.
οὐδὲ λοπὰς κακόν ἐστιν ἀτὰρ τὸ τάγηνον ἄμεινον, οἶμαι.
α. ἐγὼ δὲ πρὸς τὰ θερμὰ ταῦθ’ ὑπερβολῇ
τοὺς δακτύλους δήπουθεν Ἰδαίους ἔχω
καὶ τὸν λάρυγγ’ ἥδιστα πυριῶ τεμαχίοις.
β. κάμινος, οὐκ ἄνθρωπος.
α. ἐγὼ μαθητὴς ἐγενόμην Σωτηρίδου
ὃς ἀπὸ θαλάσσης Νικομήδει δώδεκα 7e
ὁδὸν ἀπέχοντι πρῶτος ἡμερῶν ποτε
ἀφύης ἐπιθυμήσαντι χειμῶνος μέσου;
παρέθηκε νὴ Δί᾽, ὥστε πάντας ἀνακραγεῖν
β. πῶς δὲ δυνατὸν τοῦτ’ ἐστι; α. θήλειαν λαβών
γογγυλίδα ταύτην ἔτεμε λεπτὰ καὶ μακρά,
τὴν ὄψιν αὐτῆς τῆς ἀφύης μιμούμενος
ἀποζέσας, ἔλαιον ἐπιχέας, ἅλας
δοὺς μουσικῶς, μήκωνος ἐπιπάσας ἄνω ακόκκους
μελαίνης τετταράκοντα τὸν ἀριθμόν,
περὶ τὴν Σκυθίαν ἔπαυσε τὴν ἐπιθυμίαν. 7f
καὶ Νικομήδης γογγυλίδα μασώμενος
ἀφύης τότ’ ἔλεγε τοῖς φίλοις ἐγκώμιον. οὐδὲν ὁ μάγειρος τοῦ ποιητοῦ διαφέρει·
ὁ νοῦς γάρ ἐστιν ἐκατέρῳ τούτων τέχνη.
πῶς ἂν σύγ᾽ Ἰσχομάχου γεγονὼς τοῦ Μυκονίου φιλόδωρος
ἂν εἴης;
ἀγαθὸς πρὸς ἀγαθοὺς ἄνδρας ἑστιασόμενος ἧκον· κοινὰ γάρ τὰ τῶν φίλων.
πολλὸν δὲ πίνων καὶ χαλίκρητον μέθυ,
οὔτε τῖμον εἰσενέγκας οὔτε ,
οὐδὲ μὲν κληθεὶς ἦλθες, οἷα δὴ φίλος· 8b
ἀλλὰ σ’ ἡ γαστὴρ νόον τε καὶ φρένας παρήγαγεν
εἰς ἀναιδείην,
Εὔβουλος ὁ κωμικὸς φησί που·
εἰσὶν ἡμῖν τῶν κεκλημένων δύο
ἐπὶ δεῖπνον ἄμαχοι, Φιλοκράτης καὶ Φιλοκράτης.
ἕνα γὰρ ἐκεῖνον ὄντα δύο λογίζομαι,
μεγάλους.. .. μᾶλλον δὲ τρεῖς.
ὅν φασί ποτε κληθέντ’ ἐπὶ δεῖπνον πρὸς τινος,
εἰπόντος αὐτῷ τοῦ φίλου, ὁπηνίκ’ ἂν εἴκοσι
ποδῶν μετροῦντι τὸ στοιχεῖον ᾖ, 8c
ἥκειν, ἕωθεν αὐτὸν εὐθὺς ἡλίου
μετρεῖν ἀνέχοντος μακροτέρας δ’ οὔσης ἔτι πλεῖν
ἢ δυοῖν ποδοῖν παρεῖναι τῆς σκιᾶς·
ἔπειτα φάναι μικρὸν ὀψιαίτερον δι’
ἀσχολίαν ἥκειν, παρόνθ’ ἅμ’ ἡμέρᾳ.
ἀσυμβόλου δείπνου γὰρ ὅστις ὑστερεῖ,
τοῦτον ταχέως νόμιζε κἂν τάξιν λιπεῖν,
κώθωνα μὴ παραλίμπανε. 8d
κώθων δ’ οὐ παραλειπτὸς ἀσύμβολος, ἀλλὰ διωκτός.
βίος θεῶν γάρ ἐστιν, ὅταν ἔχῃς ποθὲν τἀλλότρια
δειπνεῖν, μὴ προσέχων λογίσμασι. καὶ πάλιν·
μακάριος ὁ βίος· δεῖ μ’ ἀεὶ καινὸν πόρον εὑρεῖν
ὅπως μάσημα ταῖς γνάθοις ἔχω.
ὅτι τὸ μονοφαγεῖν ἐστιν ἐν χρήσει τοῖς παλαιοῖς.
μονοφαγεῖς, ἤδη τι καὶ βλάπτεις ἐμέ.
ἔρρ’ ἐς κόρακας, μονοφάγε καὶ τοιχωρύχε.
παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν,
σῖτον δ’ αἰδοίη ταμίη παρέθηκε φέρουσα.
δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας, 9a
νῶτα βοὸς παρέθηκεν
ὄπτ’ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν
αὐτῷ.
ἀλλ’ ἄγ᾽, ὁ μὲν πεδίονδ’ ἐπὶ βοῦν ἴτω
ἀρνῶν ἠδ’ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο·
ὃς δὲ κ’ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς.
ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο.
ἀλλ’ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας ἢ
οἴνῳ μεθύων, ἤ μ’ ἔβλαψαν θεοὶ αὐτοί,
ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντ’ ἄριστον.
ἄριστον ἐν ὅσῳ ὁ μάγειρος ποιεῖ, εἶτ’ ἐπάγει·
συνακρατίσασθαι πῶς ἔχεις μετ’ ἐμοῦ; καὶ Κάνθαρος·
α. οὐκοῦν ἀκρατισώμεθ’ αὐτοῦ. β. μηδαμῶς·
Ἰσθμοῖ γὰρ ἀριστήσομεν.
ἀκρατιοῦμαι μικρόν, εἶθ’ ἥξω πάλιν
ἄρτου δὶς ἢ τρὶς ἀποδακών.
καὶ ταξιάρχας χἀκατοντάρχας στρατῷ 11e ἔταξα. σῖτον δ’ εἰδέναι διώρισα
ἄριστα, δεῖπνα, δόρπα δ’ αἱρεῖσθαι τρίτα.
ἔσθων καὶ πίνων, ἔτι καὶ παρέκειτο τράπεζα.
ἔσθων καὶ πίνων ἔτι, καὶ παρέκειτο τράπεζα,
οὐδ’ ἦψεν κρέα 12c
οὐδ’ ἐγκέφαλον· ὤπτα δὲ καὶ τὰς κοιλίας.
οὕτω σφόδρ’ ἦν ἀρχαῖος
ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης.
χαῖρ᾽ , Ἀχιλεῦ, δαιτὸς μὲν ἐίσης οὐκ ἐπιδευεῖς.
αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν οἰωνοῖσί
τε δαῖτα,
ἰχθῦς ὄρνιθάς τε φίλας θ’ ὅ τι χεῖρας ἵκοιτο γναμπτοῖς
ἀγκίστροισιν.
νώμησεν δ’ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.
εἰσὶ δὲ καὶ τοῖς ἀρίστοις κατὰ δεῖπνα τιμαί.
τοὔνεκ’ ἄρα σφέας
οἴμας Μοῦσ᾽ ἐδίδαξε φίλησέ τε φῦλον ἀοιδῶν.
οἴμοι κακοδαίμων, τὸν τράχηλον ὡς ἔχω.
σφαῖραν λαβὼν
τῷ μὲν διδοὺς ἔχαιρε, τὸν δ’ ἔφευγ’ ἅμα,
τοῦ δ’ ἐξέκρουσε, τὸν δ’ ἀνέστησεν πάλιν,
κλαγκταῖσι φωναῖς
ἄνω, βραχεῖαν, ἀπόδος ἐν καταστροφῇ.
φαινίνδα παίζων ᾔεις ἐν Φαινεστίου.
νεανίας τις ἐσφαίριζεν εἷς ἐτῶν
ἴσως ἑκκαίδεκ’ ἢ ἑπτακαίδεκα,
Κῷος· θεοὺς γὰρ φαίνεθ’ ἡ νῆσος φέρειν.
ὃς ἐπεὶ ποτ’ ἐμβλέψειε τοῖς καθημένοις,
ἢ λαμβάνων τὴν σφαῖραν ἢ διδούς, ἅμα
πάντες ἐβοῶμεν·
ἡ δ’ εὐρυθμία, τὸ δ’ ἦθος, ἡ τάξις δ’ ὅση.
ἐν τῷ τι πράττειν ἢ λέγειν ἐφαίνετο τέρας
τι κάλλους, ἄνδρες· οὔτ’ ἀκήκοα 15c
ἔμπροσθεν οὔθ’ ἑόρακα τοιαύτην χάριν.
κακὸν ἄν τι μεῖζον ἔλαβον, εἰ πλείω χρόνον
ἔμεινα· καὶ νῦν δ’ οὐχ ὑγιαίνειν μοι δοκῶ.
οὐ γὰρ ἔγωγὲ τί φημι τέλος χαριέστερον εἶναι ἢ
ὅταν εὐφροσύνη μὲν ἔχῃ κακότητος ἀπούσης,
δαιτυμόνες δ’ ἀνὰ δώματ’ ἀκουάζωνται ἀοιδοῦ, 16e
ἔμπης εἰς γαῖάν τε καὶ οὐρανὸν ἵκετ’ ἀυτμή. 17c
ὅδ’ ἐστὶν ὅς ποτ’ ἀμφ’ ἐμοὶ βέλος
γελωτοποιόν, τὴν κάκοσμον οὐράνην,
ἔρριψεν οὐδ’ ἥμαρτε· περὶ δ’ ἐμῷ κάρᾳ
πληγεῖσ’ ἐναυάγησεν ὀστρακουμένη, 17d
χωρὶς μυρηρῶν τευχέων πνέουσ’ ἐμοί .
ἀλλ’ ἀμφὶ θυμῷ τὴν κάκοσμον οὐράνην ἔρριψεν
οὐδ’ ἥμαρτε; περὶ δ’ ἐμῷ κάρᾳ
κατάγνυται τὸ τεῦχος οὐ μύρου πνέον.
ἐδειματούμην δ’ οὐ φίλης ὀσμῆς ὕπο.
Ἀλκιβιάδης
μισῶ λακωνίζειν, ταγηνίζειν δὲ κἂν πριαίμην.
17e
β
πολλὰς δ’ οἶμαι νῦν βεβινῆσθαι.
Ἀλκιβιάδης
ὃς δὲ πρῶτος ἐξεῦρεν τὸ πρῴ πιπίνειν,
β
πολλήν γε λακκοπρωκτίαν ἡμῖν ἐπίστασ’ εὑρών.
Ἀλκιβιάδης
εἶεν τίς εἶπεν ἀμίδα παῖ πρῶτος μεταξὺ πίνων;
β
Παλαμηδικόν γε τοῦτο τοὐξεύρημα καὶ σοφὸν σου.
εἰς μακαρίαν τὸ λουτρόν, ὡς διέθηκέ με.
ἑφθὸν κομιδῇ πεποίηκεν ἀποκναίσειεν ἂν
κἂν ὁστισοῦν μου λαβόμενος τοῦ δέρματος.
οὕτω στερεόν τι πρᾶγμα θερμὸν ἐσθ’ ὕδωρ.
μὰ τὸν Δί᾽, οὐ μέντοι μεθύειν τὸν ἄνδρα χρὴ
τὸν ἀγαθὸν οὐδὲ θερμολουτεῖν, ἃ σὺ ποιεῖς.
νῆσος, ἣν πέρι πόντος ἀπείριτος ἐστεφάνωτο.
πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε.
κλῦθ’ Ἀλαλά, Πολέμου θύγατερ,
ἐγχέων προοίμιον.
Πυθέα υἱὸς ὅδ’ ἐστὶ Κλέων Θηβαῖος ἀοιδός,
ὃς πλείστους θνητῶν ἀμφέθετο στεφάνους
19c κρατὸς ἐπὶ σφετέρου, καὶ οἱ κλέος οὐρανόμηκες.
χαῖρε, Κλέων, Θήβας πατρίδ’ ἐπευκλεΐσας
τὴν λαμπροτάτην πόλεων πασῶν ὁπόσας ὁ Ζεὺς
ἀναφαίνει,
τὴν ἀχείμαντόν τε Μέμφιν καὶ δονακώδεα Νεῖλον.
καλλίκομοι κοῦραι Διὸς ὠρχήσαντ’ ἐλαφρῶς. Ἴων·
ἐκ τῶν ἀέλπτων μᾶλλον ὤρχησεν φρένας.
τίς δ’ ἀγροιῶτις θέλγει νόον
οὐκ ἐπισταμένη τὰ βράκε’ ἕλκειν ἐπὶ τῶν σφυρῶν;
ἀμφιβάλλου σφυροῖς· οὐ καθήσεις, τάλαν,
μηδ’ ἀγροίκως ἄνω γόνατος ἀμφέξει;
ἓν γὰρ νομίζω τοῦτο τῶν ἀνελευθέρων εἶναι
τὸ βαδίζειν ἀρρύθμως ἐν ταῖς ὁδοῖς,
ἐξὸν καλῶς. οὗ μήτε πράττεται τέλος μηδεὶς
ἡμᾶς, μήτε τιμὴν δόντα δεῖ ἑτέρων
λαβεῖν, φέρει δὲ τοῖς μὲν χρωμένοις δόξης
τιν’ ὄγκον, τοῖς δ’ ὁρῶσιν ἡδονήν,
κόσμον δὲ τῷ βίῳ τὸ τοιοῦτον γέρας τίς
οὐκ ἂν αὑτῷ κτῷτο φάσκων νοῦν ἔχειν;
τοῖσι χοροῖς αὐτὸς τὰ σχήματ’ ἐποίουν. καὶ πάλιν·
τοὺς Φρύγας οἶδα θεωρῶν,
ὅτε τῷ Πριάμῳ συλλυσόμενοι τὸν παῖδ’ ἦλθον
τεθνεῶτα,
πολλὰ τοιαυτὶ καὶ τοιαυτὶ καὶ δεῦρο σχηματίσαντες.
ὀρχήστ’ ἀγλαΐας ἀνάσσων,
εὐρυφάρετρ’ Ἄπολλον,
Ἀπόλλων
φόρμιγγ’ ἐν χείρεσσιν ἔχων χάριεν κιθάριζε, 22c
καλὰ καὶ ὕψι βιβάς.
μέσσοισιν δ’ ὠρχεῖτο πατὴρ ἀνδρῶν τε θεῶν τε.
πολλοὶ μὲν βόσκονται ἐν Αἰγύπτῳ πολυφύλῳ
βιβλιακοὶ χαρακῖται ἀπείριτα δηριόωντες
Μουσέων ἐν ταλάρῳ. 22e
ἕως ἂν τῆς λογοδιαρροίας ἀπαλλαγῶσιν οὗτοι οἱ
εἴκοσι τὰς πρὸ κυνὸς καὶ εἴκοσι τὰς μετέπειτα
οἴκῳ ἐνὶ σκιερῷ Διονύσῳ χρῆσθαι ἰητρῷ.
τέγγε πνεύμονα οἴνῳ· τὸ γὰρ ἄστρον περιτέλλεται· 22f
ἡ δ’ ὥρη χαλεπή· πάντα δὲ δίψαισ’ ὑπὸ καύματος.
πίνωμεν, τὸ γὰρ ἄστρον περιτέλλεται.
πρὸ τοῦ κυνὸς τὸν πνεύμον’ ἔκλυτον φορῇ.
τὸ δὲ ζῆν, εἰπέ μοι,
τί ἐστι; πίνειν φήμ’ ἐγώ. 23a
ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα
δένδρων ἀεὶ τὴν νύκτα καὶ τὴν ἡμέραν βρέχεται,
μέγεθος καὶ κάλλος οἷα γίνεται,
τὰ δ’ ἀντιτείνοντ’ οἱονεὶ δίψαν τινὰ
ἢ ξηρασίαν σχόντ’ αὐτόπρεμν’ ἀπόλλυται.
δεῖ γὰρ φαγόντας δαψιλῶς βρέχειν.
Σίκων ἐγὼ
βεβρεγμένος ἥκω καὶ κεκωθωνισμένος. 23b
β. πέπωκας οὗτος; ς. πέπωκ’ ἐγώ,
μὰ Δία τὸν Μενδαῖον
ἐγὼ δ’ ἕως μέν τινος ἀνεκείμην.
καὶ δειπνῶν ἀεὶ ι
ἀνακείμενος παρ’ αὐτόν,
πότερον ἀνδριάντας εἱστία;
ὥς ἐστι κατακεῖσθαι πρὸ δείπνου συμφορά
οὔτε γὰρ ὕπνος δήπουθεν οὐδέν’ ἂν λάβοι 23d
οὔτε ἃν λέγῃ τις οὐδαμῶς μάθοιμεν ἂν
ὁ νοῦς γάρ ἐστι τῆς τραπέζης πλησίον.
ἀνακειμένῳ
μέσον εἰς τὸν αὐχέν’ εἰσαλοίμην.
ἐπίνομεν μετὰ ταῦτα
κατακείμενοι μαλακώτατ᾽· τρικλινίῳ, Τελαμῶνος οἰμώζοντες ἀλλήλοις μέλη.
κατάκειμαι, ὡς ὁρᾶτε, δεκάπαλαι.
ἀνέπεσε φάρυγος αἰθέρ’ ἐξανιεὶς βαρύν.
μετὰ ταῦτ’ ἀναπεσεῖν
ἐκέλευον αὐτὴν παρ’ ἐμέ.
μύθου δὲ πασαίμην
ἥδιον.
ὀπταλέα κρέα
ἐκ τέφρης ἐπάσαντο τὰ τ’ ἀγρώσσοντες ἕλοντο.
ποτίκολλον ἅτε ξύλον παρὰ ξύλῳ,
δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες.
θυμῆρες κεράσασα κατὰ κρατός τε καὶ ὤμων. 24e
ἐπὶ δὲ κρόμυον ποτοῦ ὄψον.
ἔνθα δένδρεα μακρὰ πεφύκει,
κλήθρη τ’ αἴγειρὸς τ’ ἐλάτη τ’ ἦν οὐρανομήκης.
ἰχθὺν δ’ Ὅμηρος ἐσθίοντ’ εἴρηκε ποῦ
τίνα τῶν Ἀχαιῶν; κρέα δὲ μόνον ὤπτων, ἐπεὶ
ἕψοντά γ’ οὐ πεποίηκεν αὐτῶν οὐδένα.
ἀλλ’ οὐδὲ μίαν ὅλως ἑταίραν εἶδέ τις
αὐτῶν, ἑαυτοὺς δ’ ἔδεφον ἐνιαυτοὺς δέκα.
πικρὰν στρατείαν δ’ εἶδον, οἵτινες πόλιν
μίαν λαβόντες εὐρυπρωκτότεροι πολὺ
τῆς πόλεος ἀπεχώρησαν ἧς εἷλον τότε.
ὡς δὲ λέβης ζεῖ
κνίσσῃ μελδόμενος ἁπαλοτρεφέος σιάλοιο. 25e
Χῖοι πολὺ
ἄριστ’ ἀνευρήκασιν ὀψαρτυτικήν.
παλαιὸν μὲν οἶνον, ἄνθεα δ’ ὕμνων νεωτέρων
ἄτοπον δὲ τὸν μὲν οἶνον εὐδοκιμεῖν ἀεὶ
παρὰ ταῖς ἑταίραις τὸν παλαιόν, ἄνδρα δὲ
μὴ τὸν παλαιόν, ἀλλὰ τὸν νεώτερον. 26a
ἐξ Ἤλιδος μάγειρος, ἐξ Ἄργους λέβης,
Φλιάσιος οἶνος, ἐκ Κορίνθου στρώματα,
ἰχθῦς Σικυῶνος, Αἰγίου δ’ αὐλητρίδες,
τυρὸς Σικελικός, , 27e
μύρον ἐξ Ἀθηνῶν, ἐγχέλεις Βοιώτιαι.
ἕσπετε νῦν μοι, Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι,
ἐξ οὗ ναυκληρεῖ Διόνυσος ἐπ᾽· οἴνοπα πόντον,
ὅσσ’ ἀγάθ’ ἀνθρώποις δεῦρ’ ἤγαγε νηὶ μελαίνῃ.
ἐκ μὲν Κυρήνης καυλὸν καὶ δέρμα βόειον
ἐκ δ’ Ἑλλησπόντου σκόμβρους καὶ πάντα ταρίχη·
ἐκ δ’ αὖ Θετταλίας χόνδρον καὶ πλευρὰ βόεια·
καὶ παρὰ Σιτάλκου ψώραν Λακεδαιμονίοισι·
καὶ παρὰ Περδίκκου ψεύδη ναυσὶν πάνυ πολλαῖς. 27f
αἱ δὲ Συράκουσαι σῦς καὶ τυρὸν παρέχουσι.
καὶ Κερκυραίους ὁ Ποσειδῶν ἐξολέσειε
ναυσὶν ἐπὶ γλαφυραῖς, ὁτιὴ δίχα θυμὸν ἔχουσι.
ταῦτα μὲν ἐντεῦθεν· ἐκ δ’ Αἰγύπτου τὰ κρεμαστὰ
ἱστία καὶ βίβλους· ἀπὸ δ’ αὖ Συρίας λιβανωτόν·
ἡ δὲ καλὴ Κρήτη κυπάριττον τοῖσι θεοῖσιν,
ἡ Λιβύη δ’ ἐλέφαντα πολὺν παρέχει κατὰ πρᾶσιν·
ἡ ʽ Ῥόδος ἀσταφίδας τε καὶ ἰσχάδας ἡδυονείρους.
αὐτάρ ἀπ’ Εὐβοίας ἀπίους καὶ ἴφια μῆλα·
ἀνδράποδ’ ἐκ Φρυγίας, ἀπὸ δ’ Ἀρκαδίας ἐπικούρους.
αἱ Παγασαὶ δούλους καὶ στιγματίας παρέχουσι. 28a
τὰς δὲ Διὸς βαλάνους καὶ ἀμύγδαλα σιγαλόεντα
Παφλαγόνες παρέχουσι· τὰ γάρ τ’ ἀναθήματα
δαιτός·
Φοινίκη δ’ αὖ καρπὸν φοίνικος καὶ σεμίδαλιν
Καρχηδὼν δάπιδας καὶ ποικίλα προσκεφάλαια.
ἀπὸ Ταϋγέτοιο μὲν Λάκαιναν
ἐπὶ θηρσὶ κύνα τρέχειν πυκινώτατον ἑρπετόν.
Σκύριαι δ’ ἐς ἄμελξιν γάλακτος
αἶγες ἐξοχώταται·
ὅπλα δ’ ἀπ’ Ἄργεος, ἅρμα Θηβαῖον, ἀλλ’ ἀπὸ
τῆς ἀγλαοκάρπου 28b
Σικελίας ὄχημα δαιδάλεον ματεύειν.
κότταβος ἐκ Σικελῆς ἐστι χθονὸς ἐκπρεπὲς ἔργον,
ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα.
εἶτα δ’ ὄχος Σικελὸς κάλλει δαπάνῃ τε κράτιστος.
Θεσσαλικὸς δὲ θρόνος, γυίων τρυφερωτάτη ἕδρα.
εὐναίου δὲ λέχους κάλλος ἔχει
Μίλητός τε Χίος τ’ ἔναλος πόλις Οἰνοπίωνος.
Τυρσηνὴ δὲ κρατεῖ χρυσότυπος φιάλη 28c
καὶ πᾶς χαλκὸς ὅτις κοσμεῖ δόμον ἔν τινι χρείᾳ.
Φοίνικες δ’ εὗρον γράμματα ἀλεξίλογα.
Θήβη δ’ ἁρματόεντα δίφρον συνεπήξατο πρώτη·
φορτηγοὺς δ’ ἀκάτους Κᾶρες ἁλὸς ταμίαι.
τὸν δὲ τροχὸν γαίας τε καμίνου τ’ ἔκγονον εὗρε,
κλεινότατον κέραμον, χρήσιμον οἰκονόμον,
ἡ τὸ καλὸν Μαραθῶνι καταστήσασα τρόπαιον.
καὶ νᾶπυ Κύπριον καὶ σκαμωνίας ὀπὸν
καὶ κάρδαμον Μιλήσιον καὶ κρόμμυον
Σαμοθρᾴχκιον καὶ καυλὸν ἐκ Καρχηδόνος
καὶ σίλφιον θύμον τε τῶν Ὑμηττίων
ὀρίγανόν τε Τενέδιον.
Θάσιον ἔγχει
ὁ γὰρ λαβών μου καταφάγῃ τὴν καρδίαν,
ὅταν πίω τοῦδ᾽, εὐθὺς ὑγιὴς γίνεται·
Ἀσκληπιὸς κατέβρεξε
οἶνος Λέσβιος,
ὃν αὐτὸς ἐποίησεν ὁ Μάρων, μοι δοκῶ,
Λεσβίου πώματος
οὐκ ἔστιν ἄλλος οἶνος ἡδίων πιεῖν,
Θασίοις καὶ Λεσβίοις οἰναρίοις
τῆς ἡμέρας τὸ λοιπὸν ὑποβρέχει μέρος
καὶ νωγαλίζει.
ἡδὺς γ’ ὁ Βρόμιος τὴν ἀτέλειαν Λεσβίου
ποιῶν τὸν οἶνον εἰσάγουσιν ἐνθάδε 28f
ὃς ἂν εἰς ἑτέραν ληφθῇ δ’ ἀποστέλλων πόλιν
κἂν κύαθον, ἱερὰν ἐγγράφων τὴν οὐσίαν.
φιλῶ γε πράμνιον οἶνον Λέσβιον. . . . .
πολλὴ δὲ Λεσβία σταγὼν ἐκπίνεται
ἄγαν.
πάρεστιν ὄψον χρηστόν, ἐπαγωγὸν πάνυ,
οἶνός τε Θάσιος καὶ μύρον καὶ στέμματα,
ἐν πλησμονῇ γὰρ Κύπρις, ἐν δὲ τοῖς κακῶς
πράσσουσιν οὐκ ἔνεστιν Ἀφροδίτη βροτοῖς.
Θάσιον ἢ Χῖον λαβὼν
ἢ Λέσβιον γέροντα νεκταροσταγῆ.
οἶνον γάρ με Ψίθιον γεύσας
ἡδὺν ἄκρατον, διψῶντα λαβὼν
ὄξει παίει πρὸς τὰ στήθη.
οἶνον δὲ πίνειν οὐκ ἐάσω πράμνιον,
οὐ Χῖον, οὐχὶ Θάσιον, οὐ Πεπαρήθιον,
οὐδ’ ἄλλον ὅστις ἐπεγερεῖ τὸν ἔμβολον.
ὁ Λευκάδιος πάρεστι καὶ μελίττιος
οἰνίσκος οὕτω πότιμος.
εἶθ’ ὁπόταν πλήρωμα Διὸς σωτῆρος ἕλησθε,
ἤδη χρὴ γεραόν, πολιὸν σφόδρα κρᾶτα φοροῦντα
οἶνον, ὑγρὰν χαίταν λευκῷ πεπυκασμένον ἄνθει
πίνειν, ἐκ Λέσβου περικύμονος ἐκγεγαῶτα.
τὸν τ’ ἀπὸ Φοινίκης ἱερᾶς τὸν Βύβλινον αἰνῶ·
οὐ μέντοι κείνῳ γε παρεξισῶ αὐτόν. ἐὰν γὰρ
ἐξαίφνης αὐτοῦ γεύσῃ μὴ πρόσθεν ἐθισθείς,
εὐώδης μέν σοι δόξει τοῦ Λεσβίου εἶναι 29c
μᾶλλον· ἔχει γὰρ τοῦτο χρόνου διὰ μῆκος ἄπλατον·
πινόμενος δ’ ἥσσων πολλῷ. κεῖνος δὲ δοκήσει
οὐκ οἴνῳ σοι ἔχειν ὅμοιον γέρας, ἀμβροσίᾳ, δέ.
εἰ δέ τινες σκώπτουσιν ἀλαζονοχαυνοφλύαροι,
ὡς ἅδιστος ἔφυ πάντων Φοινίκιος οἶνος,
οὐ προσέχω τὸν νοῦν αὐτοῖς
ἐστὶ δὲ καὶ Θάσιος πίνειν γενναῖος, ἐὰν ᾖ
πολλαῖς πρεσβεύων ἐτέων περικαλλέσιν ὥραις,
οἶδα δὲ κἀξ ἄλλων πόλεων βοτρυοσταγῆ ἔρνη
εἰπεῖν αἰνῆσαί τε καὶ οὔ με λέληθ’ ὀνομῆναι·
ἀλλ’ οὐδὲν τἄλλ’ ἐστὶν ἁπλῶς πρὸς Λέσβιον οἶνον. 29d
ἀλλά τινες χαίρουσιν ἐπαινοῦντες τὰ παρ’ αὑτοῖς.
κάρυα, ῥόας, φοίνικας, ἕτερα νώγαλα,
σταμνάριὰ τ’ οἴνου μικρὰ τοῦ φοινικίνου.
φοινικίνου βῖκός τις ὑπανεῴγνυτο.
νῦν δ’ ἂν ἴδῃ Μενδαῖον ἡβῶντ’ ἀρτίως
οἰνίσκον, ἕπεται κἀκολουθεῖ καὶ λέγει·
Μενδαίῳ μὲν καὶ ἐνουροῦσιν θεοὶ αὐτοὶ
στρώμασιν ἐν μαλακοῖς. Μάγνητα δὲ μειλιχόδωρον
καὶ Θάσιον, τῷ δὴ μήλων ἐπιδέδρομεν ὀδμή,
τοῦτον ἐγὼ κρίνω πολὺ πάντων εἶναι ἄριστον
τῶν ἄλλων οἴνων μετ’ ἀμύμονα Χῖον ἄλυπον.
ἔστι δέ τις οἶνος, τὸν δὴ σαπρίαν καλέουσι,
οὗ καὶ ἀπὸ στόματος στάμνων ὑπανοιγομενάων
ὄζει ἴων, ὄζει δὲ ῥόδων, ὄζει δ’ ὑακίνθου· 29f
ὀσμὴ θεσπεσία κατὰ πᾶν δ’ ἔχει ὑψερεφὲς δῶ,
ἀμβροσία καὶ νέκταρ ὁμοῦ. τοῦτ’ ἐστὶ τὸ νέκταρ,
τούτου χρὴ παρέχειν πίνειν ἐν δαιτὶ θαλείῃ
τοῖσιν ἐμοῖσι φίλοις, τοῖς δ’ ἐχθροῖς ἐκ Πεπαρήθου.
ἐν Θουρίοις τοὔλαιον, ἐν Γέλᾳ φακοί,
Ἰκάριος οἶνος, ἰσχάδες Κιμώλιαι.
β. Ἀκάνθιος. α. εἶτα πρὸς θεῶν
οἴνου πολίτης ὢν κρατίστου στρυφνὸς εἶ
καὶ τοὔνομ’ αὐτὸ τῆς πατρίδος ἐν τοῖς τρόποις
ἔχεις, τὰ δ᾽· ἤθη τῶν πολιτῶν οὐκ ἔχεις; 30f
οἶνος ξενικὸς παρῆν τὰ γὰρ Κορίνθια
βασανισμός ἐστι.
ἐν δορὶ μέν μοι μᾶζα μεμαγμένη, ἐν δορὶ δ’ οἶνος
Ἰσμαρικός· πίνω δ’ ἐν δορὶ κεκλιμένος.
οἶνος κοχύζει τοῖς ὁδοιπόροις πιεῖν
μέλας Σκιάθιος, ἴσον ἴσῳ κεκραμένος· 31a
παρέξω Λέσβιον, Χῖον σαπρόν,
Θάσιον, Βίβλινον, Μενδαῖον, ὥστε μηδένα κραιπαλᾶν.
νῆες δ’ ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι.
πῖν’ οἶνον τρυγίαν, ἐπεὶ οὐκ ᾽ Ἀνθηδόνα ναίεις 31c
οὐδ’ ἱερὰν Ὑπέραν, ὅθι γ᾽ ἄτρυγον οἶνον ἔπινες.
διψηρὸς ἄτοπος ὁ μυρίνης ὁ τίμιος.
Χαιρέας δὲ ἐν Βαβυλῶνι οἶνόν φησι γίνεσθαι
ἦν ἄρ’ ἔπος τόδ’ ἀληθές, ὅ τ’ οὐ μόνον ὕδατος αἶσαν, 32c
ἀλλά τι καὶ χλεύης οἶνος ἔχειν ἐθέλει.
οὐδὲν ἀπόβλητον Διονύσιον, οὐδὲ γίγαρτον,
ὦ γλῶσσα, σιγήσασα τὸν πολὺν χρόνον,
πῶς δῆτα τλήσῃ πρᾶγμ’ ὑπεξελθεῖν τόδε;
ἦ τῆς ἀνάγκης οὐδὲν ἐμβριθέστερον,
ὑφ’ ἧς τὸ κρυφθὲν ἐκφανεῖς ἀνακτόρων,
αὐτὸς ἐμαυτοῦ Ἰόλεώς τε καὶ Ἀλκείδης γενήσομαι.
ἐχθὲς ὑπέπινες, εἶτα νυνὶ κραιπαλᾷς. 34d
κατανύστασον παύσῃ γάρ. εἶτά σοι δότω
ῥάφανόν τις ἑφθήν.
γύναι,
ῥάφανόν με νομίσασ’ εἰς ἐμέ σου τὴν κραιπάλην
μέλλεις ἀφεῖναι πᾶσαν, ὡς ἐμοὶ δοκεῖς.
εἰ δ’ ὅτι καλοῦμεν ῥάφανον, ὑμεῖς δ’ οἱ ξένοι
κράμβην, γυναιξὶ διαφέρειν οἴονται.
ἐὰν λούσησθε νῦν 34e
ῥάφανόν τε πολλὴν ἐντράγητε, παύσεται
τὸ βάρος διασκεδᾷ τε τὸ προσὸν νῦν νέφος
ἐπὶ τοῦ μετώπου,
εἰσαύριον.. ἀντὶ ῥαφάνων ἐψήσομεν
βαλάνιον, ἵνα νῷν ἐξάγῃ τὴν κραιπάλην.
οὐκ ἔστιν, ὡς ἔοικε, φάρμακον μέθης
οὐδὲν τοιοῦτον ὡς τὸ προσπεσεῖν ἄφνω
λύπην τιν᾽. οὕτως ἐξελαύνει γὰρ σφόδρα
λῆρον ὥστε τὰς ῥαφάνους οὕτω δοκεῖν.
Deipnosophistae. Athenaeus. ed. Charles Burton Gulick. Medford, MA. 2010.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Google Digital Humanities Awards Program.