ΔΙΑΔΟΥΜ.
ἀλλὰ κἀκεῖνο παρὰ τὰς κοινὰς ἐννοίας ἐστίν, ἄνθρωπον ὄντα μὴ χαίρειν ἐκ τῶν μεγίστων κακῶν 25 ἐν τοῖς μεγίστοις ἀγαθοῖς; γενόμενον τοῦτο δὲ πέπονθεν ὁ τούτων σοφός. ἐκ γὰρ τῆς ἄκρας κακίας μεταβαλὼν εἰς τὴν ἄκραν ἀρετὴν καὶ τὸν ἀθλιώτατον βίον διαφυγὼν ἅμα καὶ κτησάμενος τὸν μακαριώτατον οὐδὲν ἐπίδηλον εἰς χαρὰν ἔσχεν οὐδʼ ἐπῆρεν αὐτὸν οὐδʼ ἐκίνησεν ἡ τοσαύτη μεταβολή, κακοδαιμονίας ἀπαλλαγέντα καὶ μοχθηρίας ἁπάσης, 5 1061f εἰς δʼ ἀσφαλῆ τινα καὶ βεβαίαν παντέλειαν ἀγαθῶν ἐξικόμενον. ἔτι παρὰ τὴν ἔννοιάν ἐστιν ἀγαθῶν μὲν εἶναι μέγιστον τὸ ἀμετάπτωτον ἐν ταῖς κρίσεσι καὶ βέβαιον, δεῖσθαι δὲ τούτου τὸν ἐπʼ ἄκρον προκόπτοντα μηδὲ φροντίζειν παραγενομένου πολλάκις 10 δὲ μηδὲ τὸν δάκτυλον προτεῖναι ταύτης γʼ ἕνεκα τῆς ἀσφαλείας καὶ βεβαιότητος, ἣν τέλειον ἀγαθὸν καὶ μέγα νομίζουσιν. οὐ μόνον οὖν ταῦτα λέγουσιν οἱ ἄνδρες, ἀλλὰ κἀκεῖνα πρὸς τούτοις, ὅτι 1062aDe communibus notitiis adversus Stoicos. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1895.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.