ΔΙΑΔΟΥΜ.
ἔτι τὴν μὲν οὐσίαν καὶ τὴν ὕλην ὑφεστάναι ταῖς ποιότησι λέγουσι, ὡς σχεδὸν οὕτω τὸν ὅρον ἀποδιδόναι τὰς δὲ ποιότητας αὖ πάλιν οὐσίας καὶ 10 σώματα ποιοῦσι. ταῦτα δὲ πολλὴν ἔχει ταραχήν. 1085f εἰ μὲν γὰρ ἰδίαν οὐσίαν αἱ ποιότητας ἔχουσι καθʼ ἣν σώματα λέγονται καὶ εἰσιν, οὐχ ἑτέρας οὐσίας δέονται· τὴν γὰρ αὑτῶν ἔχουσιν. εἰ δὲ τοῦτο μόνον αὐταῖς ὑφέστηκε τὸ κοινόν, ὅπερ οὐσίαν οὗτοι καὶ 15 ὕλην καλοῦσι, δῆλον ὅτι σώματος μετέχουσι σώματα γὰρ οὔκ εἰσι· τὸ δ’ ὑφεστὼς καὶ δεχόμενον διαφέρειν ἀνάγκη τῶν ἃ δέχεται καὶ οἷς ὑφέστηκεν. 1086a οἱ δὲ τὸ ἣμισυ βλέπουσι· τὴν γὰρ ὕλην ἄποιον ὀνομάζουσι, τὰς δὲ ποιότητας οὐκέτι βούλονται καλεῖν 20 ἀύλους. καίτοι πῶς οἷόν τε σῶμα ποιότητος ἄνευ ποιῆσαι, ποιότητα σώματος ἄνευ μὴ νοοῦντας; ὁ γὰρ συμπλέκων σῶμα πάσῃ ποιότητι λόγος οὐδενὸς ἐᾷ μὴ σύν τινι ποιότητι σώματος ἅψασθαι τὴν διάνοιαν. ἢ τοίνυν πρὸς τὸ ἀσώματον τῆς ποιότητος 25 μαχόμενος μάχεσθαι καὶ πρὸς τὸ ἄποιον τῆς ὕλης; ἔοικεν, ἢ θατέρου θάτερον ἀποκρίνων καὶ ἀμφότερα χωρίζειν ἀλλήλων. ὃν δέ τινες αὐτῶν προβάλλονται λόγον, ὡς ἄποιον τὴν οὐσίαν ὀνομάζοντες, οὐχ ὅτι πάσης ἐστέρηται ποιότητος ἀλλʼ ὅτι 1086b πάσας ἔχει τὰς ποιότητας, μάλιστα παρὰ τὴν ἔννοιὰν 5 ἐστιν. οὐδεὶς γὰρ ἄποιον νοεῖ τὸ μηδεμιᾶς ποιότητος ἄμοιρον οὐδʼ ἀπαθὲς τὸ πάντα πάσχειν ἀεὶ πεφυκὸς οὐδʼ ἀκίνητον τὸ πάντῃ κινητόν. ἐκεῖνο δʼ οὐ λέλυται, κἂν ἀεὶ μετὰ ποιότητος ἡ ὕλη νοῆται, τὸ ἑτέραν αὐτὴν νοεῖσθαι καὶ διαφέρουσαν τῆς 10 ποιότητος.De communibus notitiis adversus Stoicos. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1895.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.