ΔΙΑΔΟΥΜ.
ἀλλὰ ταῦτα μὲν παρὰ τὰς κοινὰς βιάζονται προλήψεις· ἐκεῖνα δʼ ἤδη καὶ παρὰ τὰς ἰδίας, τὸ θερμότατον περιψύξει καὶ πυκνώσει τὸ λεπτομερέστατον γεννῶντες. ἡ γὰρ ψυχὴ θερμότατόν ἐστι 10 δήπου καὶ λεπτομερέστατον· ποιοῦσι δʼ αὐτὴν τῇ περιψύξει καὶ πυκνώσει τοῦ σώματος, οἷον στομώσει 1084e τὸ πνεῦμα μεταβάλλοντος, ἐκ φυτικοῦ ψυχικὸν γενόμενον. γεγονέναι δὲ καὶ τὸν ἥλιον ἔμψυχον λέγουσι, τοῦ ὑγροῦ μεταβάλλοντος εἰς πῦρ νοερόν. 15 ὥρα καὶ τὸν ἥλιον διανοεῖσθαι περιψύξει γεννώμενον. ὁ μὲν οὖν,Ξενοφάνης, διηγουμένου τινὸς ἐγχέλεις ἑωρακέναι ἐν ὕδατι θερμῷ ζώσας,De communibus notitiis adversus Stoicos. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1895.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.