ΔΙΑΔΟΥΜ.
παρίημι δὲ πολλὰς ἀτοπίας αὐτῶν τῶν παρὰ τὴν ἔννοιαν ἐφαπτόμενος. ὁ τοίνυν περὶ αὐξήσεως 20 λόγος; ἐστὶ μὲν ἀρχαῖος· ἠρώτηται γάρ, ὥς φησι Χρύσιππος, ὑπʼ Ἐπιχάρμου· τῶν δʼ ἐν Ἀκαδημείᾳ οἰομένων μὴ πάνυ ῥᾴδιον μηδʼ αὐτόθεν ἕτοιμον εἶναι τὴν ἀπορίαν, πολλὰ κατῃτιᾶσθαι 1083b κατεβόησαν, ὡς τὰς προλήψεις ἀναιρούντων καὶ 25 παρὰ τὰς ἐννοίας φυλάττουσιν, ἀλλὰ καὶ τὴν αἴσθησιν προσδιαστρέφουσιν. ὁ μὲν γὰρ λόγος ἁπλοῦς ἐστι καὶ τὰ λήμματα συγχωροῦσιν οὗτοι, τὰς μὲν ἐν μέρει πάσας οὐσίας ῥεῖν καὶ φέρεσθαι, τὰ μὲν ἐξ αὑτῶν μεθιείσας τὰ δέ ποθεν ἐπιόντα προσδεχομένας· 5 οἷς δὲ πρόσεισι καὶ ἄπεισιν ἀριθμοῖς ἢ πλήθεσι ταὐτὰ, μὴ διαμένειν, ἀλλʼ ἕτερα γίγνεσθαι ταῖς εἰρημέναις προσόδοις, ἐξαλλαγὴν τῆς οὐσίας λαμβανούσης αὐξήσεις δὲ καὶ φθίσεις οὐ κατὰ δίκην ὑπὸ συνηθείας ἐκνενικῆσθαι τὰς μεταβολὰς ταύτας 10 λέγεσθαι, γενέσεις καὶ φθορὰς μᾶλλον αὐτὰς ὀνομάζεσθαι 1083c προσῆκον, ὅτι τοῦ καθεστῶτος εἰς ἕτερον ἐκβιβάζουσι τὸ δʼ αὔξεσθαι καὶ τὸ μειοῦσθαι πάθη σώματός ἐστιν ὑποκειμένου καὶ διαμένοντος. οὕτω δέ πως τούτων λεγομένων καὶ τιθεμένων, τί ἀξιοῦσιν 15 οἱ πρόδικοι τῆς ἐναργείας οὗτοι καὶ κανόνες τῶν ἐννοιῶν;De communibus notitiis adversus Stoicos. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1895.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.