ΔΙΑΔΟΥΜ.
ἡ μὲν οὖν τοῦ χρόνου νόησις αὐτοῖς οἷον 25 ὕδατος περίδραξις, ὅσῳ μᾶλλον πιέζεται, διαρρέοντος καὶ διολισθάνοντος· τὰ δὲ τῶν πράξεων καὶ κινήσεων τὴν πᾶσαν ἔχει σύγχυσιν τῆς ἐναργείας ἀνάγκη γάρ, εἰ τοῦ νῦν τὸ μὲν εἰς τὸ παρῳχημένον τὸ δʼ εἰς τὸ μέλλον διαιρεῖται, καὶ τοῦ κινουμένου κατὰ τὸ νῦν τὸ μὲν κεκινῆσθαι τὸ δὲ κινήσεσθαι 5 1082b πέρας δὲ κινήσεως ἀνῃρῆσθαι καὶ ἀρχὴν μηδενὸς δʼ ἔργου πρῶτον γεγονέναι μηδʼ ἔσχατον ἔσεσθαι μηδέν, τῷ χρόνῳ τῶν πράξεων συνδιανεμομένων. ὡς γὰρ τοῦ ἐνεστῶτος χρόνου τὸ μὲν παρῳχῆσθαι τὸ δὲ μέλλειν λέγουσιν, οὕτω τοῦ πραττομένου τὸ 10 μὲν πεπρᾶχθαι τὸ δὲ πραχθήσεσθαι. πότε τοίνυν ἔσχεν ἀρχὴν πότε δʼ ἕξει τελευτὴν τὸ ἀριστᾶν τὸ γράφειν τὸ βαδίζειν, εἰ πᾶς μὲν ὁ ἀριστῶν ἠρίστησε καὶ ἀριστήσει πᾶς δʼ ὁ βαδίζων ἐβάδιζε καὶ βαδιεῖται; τὸ δὲ δεινῶν, φασί, δεινότατον, εἰ τῷ ζῶντι 15 τὸ ἐζηκέναι καὶ ζήσεσθαι συμβέβηκεν, οὔτʼ ἀρχὴν ἔσχε τὸ ζῆν οὔθʼ ἕξει πέρας· ἀλλʼ ἕκαστος ἡμῶν ὡς ἔοικε γέγονε μὴ ἀρξάμενος τοῦ ζῆν καὶ τεθνήξεται 1082c μὴ παυσάμενος. εἰ γὰρ οὐδέν ἐστιν ἔσχατον μέρος ἀλλʼ ἀεί τι τῷ ζῶντι τοῦ παρόντος εἰς τὸ 20 μέλλον περίεστιν, οὐδέποτε γίγνεται ψεῦδος τὸDe communibus notitiis adversus Stoicos. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1895.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.