ΔΙΑΔΟΥΜ.
ἀλλὰ τῶν φυσικωτέρων λεγομένων ἆρʼ οὐ παρὰ τὴν ἔννοιάν ἐστι σπέρμα πλέον εἶναι καὶ μεῖζον ἢ τὸ γεννώμενον ἐξ αὐτοῦ; τὴν γοῦν φύσιν ὁρῶμεν πᾶσι καὶ ζῴοις καὶ φυτοῖς καὶ ἡμέροις καὶ ἀγρίοις ἀρχὰς τὰ μικρὰ καὶ γλίσχρα καὶ μόλις 15 ὁρατὰ τῆς τῶν μεγίστων γενέσεως λαμβάνουσαν. οὐ γὰρ ἐκ πυροῦ στάχυν οὐδʼ ἄμπελον ἐκ γιγάρτου μόνον, ἀλλʼ ἐκ πυρῆνος βαλάνου τινὸς ὄρνεον διαφυγούσης ὥσπερ ἐκ μικροῦ τινος σπινθῆρος 1077b ἐξάψασα καὶ ῥιπίσασα τὴν γένεσιν, ἔρνος ἢ βάτου 20 ἢ δρυὸς ἢ φοίνικος ἢ πεύκης περιμήκιστον ἀναδίδωσιν, καί φασινDe communibus notitiis adversus Stoicos. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1895.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.