ΔΙΑΔΟΥΜ.
τῶν δὲ περὶ ἔρωτος φιλοσοφουμένων ἐν τῇ Στοᾷ παρὰ τὰς κοινὰς ἐννοίας τῆς ἀτοπίας πᾶσιν 10 αὐτοῖς μέτεστιν.ΛΑΜΠΡ.
Θήρα γάρ τις, φασίν, ἐστὶν ὁ ἔρως ἀτελοῦς μὲν εὐφυοῦς δὲ μειρακίου πρὸς ἀρετήν.ΔΙΑΔΟΥΜ.
1 Εἶθʼ ὦ βέλτιστε, πράττομεν ἄλλο 10 νῦν ἢ τὴν αἵρεσιν αὐτῶν ἐλέγχομεν, οὔτε πιθανοῖς πράγμασιν οὔθʼ ὡμιλημένοις ὀνόμασι τὰς κοινὰς; ἐκστρέφουσαν ἡμῶν καὶ παραβιαζομένην ἐννοίας; οὐδεὶς; γὰρ ἦν ὁ κωλύων τὴν περὶ τοὺς νέους τῶν σοφῶν σπουδήν, εἰ πάθος αὐτῇ μὴ πρόσεστι, θήραν 15 ἢ φιλοπαιδείαν προσαγορευομένην· ἔρωτα δʼ ἔδει καλεῖν ὃν πάντες ἄνθρωποι καὶ πᾶσαι νοοῦσι καὶ ὀνομάζουσι, οἶον τόDe communibus notitiis adversus Stoicos. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1895.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.